πυκνότατον κίναδος, σόφισμα κύρμα τρῖμμα παιπάλημʼ ὅλον. Χορός λέγειν λέγειν κέλευέ μοι. κλύων γὰρ ὧν σύ μοι λέγεις λόγων ἀνεπτέρωμαι. Ἔποψ ἄγε δὴ σὺ καὶ σὺ τὴν πανοπλίαν μὲν πάλιν ταύτην λαβόντε κρεμάσατον τύχἀγαθῇ ἐς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου· σὺ δὲ τούσδʼ ἐφʼ οἷσπερ τοῖς λόγοις συνέλεξʼ ἐγὼ φράσον, δίδαξον. Πισθέταιρος μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ, ἢν μὴ διάθωνταί γʼ οἵδε διαθήκην ἐμοὶ ἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο, ὁ μαχαιροποιός, μήτε δάκνειν τούτους ἐμὲ μήτʼ ὀρχίπεδʼ ἕλκειν μήτʼ ὀρύττειν — Χορός οὔτι που τόν —; οὐδαμῶς. Πισθέταιρος οὔκ, ἀλλὰ τὠφθαλμὼ λέγω. Χορός διατίθεμαι ʼγώ. Πισθέταιρος κατόμοσόν νυν ταῦτά μοι. Χορός ὄμνυμʼ ἐπὶ τούτοις, πᾶσι νικᾶν τοῖς κριταῖς καὶ τοῖς θεαταῖς πᾶσιν. Πισθέταιρος ἔσται ταυταγί. Χορός εἰ δὲ παραβαίην, ἑνὶ κριτῇ νικᾶν μόνον. Κῆρυξ ἀκούετε λεῴ· τοὺς ὁπλίτας νυνμενὶ ἀνελομένους θὤπλʼ ἀπιέναι πάλιν οἴκαδε, σκοπεῖν δʼ ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις. Χορός δολερὸν μὲν ἀεὶ κατὰ πάντα δὴ τρόπον πέφυκεν ἄνθρωπος· σὺ δʼ ὅμως λέγε μοι. τάχα γὰρ τύχοις ἂν