κἀναπυθώμεθα τούσδε τίνες ποτὲ καὶ πόθεν ἔμολον † ἐπὶ τίνα τʼ ἐπίνοιαν. † ἰὼ ἔποψ σέ τοι καλῶ. Ἔποψ καλεῖς δὲ τοῦ κλύειν θέλων; Χορός τίνες ποθʼ οἵδε καὶ πόθεν; Ἔποψ ξείνω σοφῆς ἀφʼ Ἑλλάδος. Χορός τύχη δὲ ποία κομίζει ποτʼ αὐτὼ πρὸς ὄρνιθας ἐλθεῖν; Ἔποψ ἔρως βίου διαίτης τε καὶ σοῦ ξυνοικεῖν τέ σοι καὶ ξυνεῖναι τὸ πᾶν. Χορός τί φῄς; λέγουσι δὴ τίνας λόγους; Ἔποψ ἄπιστα καὶ πέρα κλύειν. Χορός ὁρᾷ τι κέρδος ἐνθάδʼ ἄξιον μονῆς, ὅτῳ πέποιθʼ ἐμοὶ ξυνὼν κρατεῖν ἂν ἢ τὸν ἐχθρὸν ἢ φίλοισιν ὠφελεῖν ἔχειν; Ἔποψ λέγει μέγαν τινʼ ὄλβον οὔτε λεκτὸν οὔτε πιστόν· ὡς σὰ γὰρ τὰ πάντα ταῦτα καὶ τὸ τῇδε καὶ τὸ κεῖσε καὶ τὸ δεῦρο προσβιβᾷ λέγων. Χορός πότερα μαινόμενος; Ἔποψ ἄφατον ὡς φρόνιμος. Χορός ἔνι σοφόν τι φρενί;