πῶς δʼ ἂν οἵδʼ ἡμᾶς τι χρήσιμον διδάξειάν ποτε ἢ φράσειαν, ὄντες ἐχθροὶ τοῖσι πάπποις τοῖς ἐμοῖς; Ἔποψ ἀλλʼ ἀπʼ ἐχθρῶν δῆτα πολλὰ μανθάνουσιν οἱ σοφοί. ἡ γὰρ εὐλάβεια σῴζει πάντα. παρὰ μὲν οὖν φίλου οὐ μάθοις ἂν τοῦθʼ, ὁ δʼ ἐχθρὸς εὐθὺς ἐξηνάγκασεν. αὐτίχʼ αἱ πόλεις παρʼ ἀνδρῶν γʼ ἔμαθον ἐχθρῶν κοὐ φίλων ἐκπονεῖν θʼ ὑψηλὰ τείχη ναῦς τε κεκτῆσθαι μακράς· τὸ δὲ μάθημα τοῦτο σῴζει παῖδας οἶκον χρήματα. Χορός ἔστι μὲν λόγων ἀκοῦσαι πρῶτον, ὡς ἡμῖν δοκεῖ, χρήσιμον· μάθοι γὰρ ἄν τις κἀπὸ τῶν ἐχθρῶν σοφόν. Πισθέταιρος οἵδε τῆς ὀργῆς χαλᾶν εἴξασιν. ἄναγʼ ἐπὶ σκέλος. Ἔποψ καὶ δίκαιόν γʼ ἐστὶ κἀμοὶ δεῖ νέμειν ὑμᾶς χάριν. Χορός ἀλλὰ μὴν οὐδʼ ἄλλο σοί πω πρᾶγμʼ ἐνηντιώμεθα. Πισθέταιρος μᾶλλον εἰρήνην ἄγουσι νὴ Δίʼ, ὥστε τὴν χύτραν τώ τε τρυβλίω καθίει· καὶ τὸ δόρυ χρή, τὸν ὀβελίσκον, περιπατεῖν ἔχοντας ἡμᾶς τῶν ὅπλων ἐντός, παρʼ αὐτὴν τὴν χύτραν ἄκραν ὁρῶντας ἐγγύς· ὡς οὐ φευκτέον νῷν. Ἐυελπίδης ἐτεὸν ἢν δʼ ἄρʼ ἀποθάνωμεν, κατορυχθησόμεσθα ποῦ γῆς; Πισθέταιρος ὁ Κεραμεικὸς δέξεται νώ. δημοσίᾳ γὰρ ἵνα ταφῶμεν, φήσομεν πρὸς τοὺς στρατηγοὺς μαχομένω τοῖς πολεμίοισιν ἀποθανεῖν ἐν Ὀρνεαῖς. Χορός ἄναγʼ ἐς τάξιν πάλιν ἐς ταὐτόν, καὶ τὸν θυμὸν κατάθου κύψας παρὰ τὴν ὀργὴν ὥσπερ ὁπλίτης·