οὔτε πολιὸν πέλαγος ἔστιν ὅ τι δέξεται τώδʼ ἀποφυγόντε με. Χορός ἀλλὰ μὴ μέλλωμεν ἤδη τώδε τίλλειν καὶ δάκνειν. ποῦ ʼσθʼ ὁ ταξίαρχος; ἐπαγέτω τὸ δεξιὸν κέρας. Ἐυελπίδης τοῦτʼ ἐκεῖνο· ποῖφύγω δύστηνος; Πισθέταιρος οὗτος οὐ μενεῖς; Ἐυελπίδης ἵνʼ ὑπὸ τούτων διαφορηθῶ; Πισθέταιρος πῶς γὰρ ἂν τούτους δοκεῖς ἐκφυγεῖν; Ἐυελπίδης οὐκ οἶδʼ ὅπως ἄν. Πισθέταιρος ἀλλʼ ἐγώ τοί σοι λέγω, ὅτι μένοντε δεῖ μάχεσθαι λαμβάνειν τε τῶν χυτρῶν. Ἐυελπίδης τί δὲ χύτρα νώ γʼ ὠφελήσει; Πισθέταιρος γλαῦξ μὲν οὐ πρόσεισι νῷν. Ἐυελπίδης τοῖς δὲ γαμψώνυξι τοισδί; Πισθέταιρος τὸν ὀβελίσκον ἁρπάσας εἶτα κατάπηξον πρὸ σαυτοῦ. Ἐυελπίδης τοῖσι δʼ ὀφθαλμοῖσι τί; Πισθέταιρος ὀξύβαφον ἐντευθενὶ προσδοῦ λαβὼν ἢ τρύβλιον. Ἐυελπίδης ὦ σοφώτατʼ, εὖ γʼ ἀνηῦρες αὐτὸ καὶ στρατηγικῶς· ὑπερακοντίζεις σύ γʼ ἤδη Νικίαν ταῖς μηχαναῖς. Χορός ἐλελελεῦ χώρει κάθες τὸ ῥύγχος· οὐ μέλλειν ἐχρῆν. ἕλκε τίλλε παῖε δεῖρε, κόπτε πρώτην τὴν χύτραν. Ἔποψ εἰπέ μοι τί μέλλετʼ ὦ πάντων κάκιστα θηρίων ἀπολέσαι παθόντες οὐδὲν ἄνδρε καὶ διασπάσαι τῆς ἐμῆς γυναικὸς ὄντε ξυγγενεῖ καὶ φυλέτα; Χορός φεισόμεσθα γάρ τι τῶνδε μᾶλλον ἡμεῖς ἢ λύκων; ἢ τίνας τεισαίμεθʼ ἄλλους τῶνδʼ ἂν ἐχθίους ἔτι; Ἔποψ εἰ δὲ τὴν φύσιν μὲν ἐχθροὶ τὸν δὲ νοῦν εἰσιν φίλοι, καὶ διδάξοντές τι δεῦρʼ ἥκουσιν ὑμᾶς χρήσιμον;