καὶ δέδρακας τοῦτο τοὔργον; Ἔποψ καὶ δεδρακώς γʼ ἥδομαι. Χορός κἀστὸν ἤδη που παρʼ ἡμῖν; Ἔποψ εἰ παρʼ ὑμῖν εἴμʼ ἐγώ. Χορός ἔα ἔα, προδεδόμεθʼ ἀνόσιά τʼ ἐπάθομεν· ὃς γὰρ φίλος ἦν ὁμότροφά θʼ ἡμῖν ἐνέμετο πεδία παρʼ ἡμῖν, παρέβη μὲν θεσμοὺς ἀρχαίους, παρέβη δʼ ὅρκους ὀρνίθων· ἐς δὲ δόλον ἐκάλεσε, παρέβαλέ τʼ ἐμὲ παρὰ γένος ἀνόσιον, ὅπερ ἐξότʼ ἐγένετʼ ἐπʼ ἐμοὶ πολέμιον ἐτράφη. Χορός ἀλλὰ πρὸς τοῦτον μὲν ἡμῖν ἐστιν ὕστερος λόγος· τὼ δὲ πρεσβύτα δοκεῖ μοι τώδε δοῦναι τὴν δίκην διαφορηθῆναί θʼ ὑφʼ ἡμῶν. Πισθέταιρος ὡς ἀπωλόμεσθʼ ἄρα. Ἐυελπίδης αἴτιος μέντοι σὺ νῷν εἶ τῶν κακῶν τούτων μόνος. ἐπὶ τί γάρ μʼ ἐκεῖθεν ἦγες; Πισθέταιρος ἵνʼ ἀκολουθοίης ἐμοί. Ἐυελπίδης ἵνα μὲν οὖν κλάοιμι μεγάλα. Πισθέταιρος τοῦτο μὲν ληρεῖς ἔχων κάρτα· πῶς κλαύσει γάρ, ἢν ἅπαξ γε τὠφθαλμὼ ʼκκοπῇς; Χορός ἰὼ ἰώ, ἔπαγʼ ἔπιθʼ ἐπίφερε πολέμιον ὁρμὰν φονίαν, πτέρυγά τε παντᾷ ἐπίβαλε περί τε κύκλωσαι· ὡς δεῖ τώδʼ οἰμώζειν ἄμφω καὶ δοῦναι ῥύγχει φορβάν. οὔτε γὰρ ὄρος σκιερὸν οὔτε νέφος αἰθέριον