οὑτοσὶ δὲ πηνέλοψ, ἐκεινηὶ δέ γʼ ἀλκυών. Πισθέταιρος τίς γάρ ἐσθʼ οὕπισθεν αὐτῆς; Ἔποψ ὅστις ἐστί; κειρύλος. Πισθέταιρος κειρύλος γάρ ἐστιν ὄρνις; Ἔποψ οὐ γάρ ἐστι Σποργίλος; χαὐτηί γε γλαῦξ. Ἐυελπίδης τί φῄς; τίς γλαῦκʼ Ἀθήναζʼ ἤγαγεν; Ἔποψ κίττα τρυγὼν κορυδὸς ἐλεᾶς ὑποθυμὶς περιστερὰ νέρτος ἱέραξ φάττα κόκκυξ ἐρυθρόπους κεβλήπυρις πορφυρὶς κερχνῂς κολυμβὶς ἀμπελὶς φήνη δρύοψ. Πισθέταιρος ἰοὺ ἰοὺ τῶν ὀρνέων, ἰοὺ ἰοὺ τῶν κοψίχων· οἶα πιππίζουσι καὶ τρέχουσι διακεκραγότες. ἆρʼ ἀπειλοῦσίν γε νῷν; οἴμοι, κεχήνασίν γέ τοι καὶ βλέπουσιν ἐς σὲ κἀμέ. Ἐυελπίδης τοῦτο μὲν κἀμοὶ δοκεῖ. Χορός ποποποποποποποποποποῖ ποῦ μʼ ἄρʼ ὃς ἐκάλεσε; τίνα τόπον ἄρα ποτὲ νέμεται; Ἔποψ οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων. Χορός τί τί τί τί τί τί τί τί· τίνα λόγον ἄρα ποτὲ πρὸς ἐμὲ φίλον ἔχων; Ἔποψ κοινὸν ἀσφαλῆ δίκαιον ἡδὺν ὠφελήσιμον. ἄνδρε γὰρ λεπτὼ λογιστὰ δεῦρʼ ἀφῖχθον ὡς ἐμέ. Χορός ποῦ; πᾷ; πῶς φῄς; Ἔποψ φήμʼ ἀπʼ ἀνθρώπων ἀφῖχθαι δεῦρο πρεσβύτα δύο· ἥκετον δʼ ἔχοντε πρέμνον πράγματος πελωρίου. Χορός ὦ μέγιστον ἐξαμαρτὼν ἐξ ὅτου ʼτράφην ἐγώ, πῶς λέγεις; Ἔποψ μήπω φοβηθῇς τὸν λόγον. Χορός τί μʼ ἠργάσω; Ἔποψ ἄνδρʼ ἐδεξάμην ἐραστὰ τῆσδε τῆς ξυνουσίας.