τί βωστρεῖς; Ἐυελπίδης ἕτερος ὄρνις οὑτοσί. Πισθέταιρος νὴ Δίʼ ἕτερος δῆτα χοὖτος ἔξεδρον χρόαν ἔχων. τίς ποτʼ ἔσθʼ ὁ μουσόμαντις ἄτοπος ὄρνις ὀρειβάτης; Ἔποψ ὄνομα τούτῳ Μῆδός ἐστο. Πισθέταιρος Μῆδος; ὦναξ Ἡράκλεις· εἶτα πῶς ἄνευ καμήλου Μῆδος ὤν εἰσέπτετο; Ἐυελπίδης ἕτερος αὖ λόφον κατειληφώς τις ὄρνις οὑτοσί. Πισθέταιρος τί τὸ τέρας τουτί ποτʼ ἐστίν; οὐ σὺ μόνος ἄρʼ ἦσθʼ ἔποψ, ἀλλὰ χοὖτος ἕτερος; Ἔποψ οὑτοσὶ μέν ἐστι Φιλοκλέους ἐξ ἔποπος, ἐγὼ δὲ τούτου πάππος, ὥσπερ εἰ λέγοις Ἱππόνικος Καλλίου κἀξ Ἱππονίκου Καλλίας. Πισθέταιρος Καλλίας ἄρʼ οὗτος οὕρνις ἐστίν· ὡς πτερορρυεῖ. Ἐυελπίδης ἅτε γὰρ ὢν γενναῖος ὑπό τε συκοφαντῶν τίλλεται, αἵ τε θήλειαι προσεκτίλλουσιν αὐτοῦ τὰ πτερά. Πισθέταιρος ὦ Πόσειδον ἕτερος αὖ τις βαπτὸς ὄρνις οὑτοσί. τίς ὀνομάξεταί ποθʼ οὗτος; Ἔποψ οὑτοσὶ κατωφαγᾶς. Πισθέταιρος ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος; Ἐυελπίδης πῶς ἂν οὖν Κλεώνυμός γʼ ὢν οὐκ ἀπέβαλε τὸν λόφον; Πισθέταιρος ἀλλὰ μέντοι τίς ποθʼ ἡ λόφωσις ἡ τῶν ὀρνέων; ἦ ʼπὶ τὸν δίαυλον ἦλθον; Ἔποψ ὥσπερ οἱ Κᾶρες μὲν οὖν ἐπὶ λόφων οἰκοῦσιν ὦγάθʼ ἀσφαλείας οὔνεκα. Πισθέταιρος ὦ Πόσειδον οὐχ ὁρᾷς ὅσον συνείλεκται κακὸν ὀρνέων; Ἐυελπίδης ὦναξ Ἄπολλον τοῦ νέφους. ἰοὺ ἰού, οὐδʼ ἰδεῖν ἔτʼ ἔσθʼ ὑπʼ αὐτῶν πετομένων τὴν εἴσοδον. Ἔποψ οὑτοσὶ πέρδιξ, ἐκεινοσί γε νὴ Δίʼ ἀτταγᾶς,