οὐ δεινὸν οὖν δῆτʼ ἐστὶν ἡμᾶς δεομένους ἐς κόρακας ἐλθεῖν καὶ παρεσκευασμένους ἔπειτα μὴ ʼξευρεῖν δύνασθαι τὴν ὁδόν; ἡμεῖς γάρ, ὦνδρες οἱ παρόντες ἐν λόγῳ, νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκᾳ· ὁ μὲν γὰρ ὢν οὐκ ἀστὸς ἐσβιάζεται, ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι, ἀστοὶ μετʼ ἀστῶν, οὐ σοβοῦντος οὐδενὸς ἀνεπτόμεσθʼ ἐκ τῆς πατρίδος ἀμφοῖν ποδοῖν, αὐτὴν μὲν οὐ μισοῦντʼ ἐκείνην τὴν πόλιν τὸ μὴ οὐ μεγάλην εἶναι φύσει κεὐδαίμονα καὶ πᾶσι κοινὴν ἐναποτεῖσαι χρήματα. οἱ μὲν γὰρ οὖν τέττιγες ἕνα μῆνʼ ἢ δύο ἐπὶ τῶν κραδῶν ᾄδουσʼ, Ἀθηναῖοι δʼ ἀεὶ ἐπὶ τῶν δικῶν ᾄδουσι πάντα τὸν βίον. διὰ ταῦτα τόνδε τὸν βάδον βαδίζομεν, κανοῦν δʼ ἔχοντε καὶ χύτραν καὶ μυρρίνας πλανώμεθα ζητοῦντε τόπον ἀπράγμονα, ὅποι καθιδρυθέντε διαγενοίμεθʼ ἄν. ὁ δὲ στόλος νῷν ἐστι παρὰ τὸν Τηρέα τὸν ἔποπα, παρʼ ἐκείνου πυθέσθαι δεομἐνω, εἴ που τοιαύτην εἶδε πόλιν ᾗ ʼπέπτετο. Πισθέταιρος οὗτος. Ἐυελπίδης τί ἔστιν; Πισθέταιρος ἡ κορώνη μοι πάλαι ἄνω τι φράζει. Ἐυελπίδης χὠ κολοιὸς οὑτοσὶ ἄνω κέχηνεν ὡσπερεὶ δεικνύς τί μοι, κοὐκ ἔσθʼ ὅπως οὐκ ἔστιν ἐνταῦθʼ ὄρνεα. εἰσόμεθα δʼ αὐτίκʼ, ἢν ποιήσωμεν ψόφον.