ἐμπίδας κάπτεθʼ, ὅσα τʼ εὐδρόσους γῆς τόπους ἔχετε λειμῶνά τʼ ἐρόεντα Μαραθῶνος, ὄρνις πτερυγοποίκιλός τʼ ἀτταγᾶς ἀτταγᾶς. ὧν τʼ ἐπὶ πόντιον οἶδμα θαλάσσης φῦλα μετʼ ἀλκυόνεσσι ποτῆται, δεῦρʼ ἴτε πευσόμενοι τὰ νεώτερα, πάντα γὰρ ἐνθάδε φῦλʼ ἀθροΐζομεν οἰωνῶν ταναοδείρων. ἥκει γὰρ τις δριμὺς πρέσβυς καινὸς γνώμην καινῶν τʼ ἔργων ἐγχειρητής. ἀλλʼ ἴτʼ ἐς λόγους ἅπαντα, δεῦρο δεῦρο δεῦρο δεῦρο. Χορὸς τοροτοροτοροτοροτίξ. κικκαβαῦ κικκαβαῦ. τοροτοροτοροτορολιλιλίξ. Πισθέταιρος ὁρᾷς τινʼ ὄρνιν; Ἐυελπίδης μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ· καίτοι κέχηνά γʼ ἐς τὸν οὐρανὸν βλέπων. Πισθέταιρος ἄλλως ἄρʼ οὕποψ, ὡς ἔοικʼ, ἐς τὴν λόχμην ἐσβὰς ἐπῷζε χαραδριὸν μιμούμενος. Ὄρνις Τις τοροτὶξ τοροτίξ. Πισθέταιρος ὦγάθʼ ἀλλʼ εἶς οὑτοσὶ καὶ δή τις ὄρνις ἔρχεται. Ἐυελπίδης νὴ Δίʼ ὄρνις δῆτα. τίς ποτʼ ἐστίν; οὐ δήπου ταὧς; Πισθέταιρος οὗτος αὐτὸς νῷν φράσει· τίς ἐστιν ὄρνις οὑτοσί; Ἔποψ οὗτος οὐ τῶν ἠθάδων τῶνδʼ ὧν ὁρᾶθʼ ὑμεῖς ἀεί, ἀλλὰ λιμναῖος. Ἐυελπίδης βαβαὶ καλός γε καὶ φοινικιοῦς. Ἔποψ εἰκότως γε · καὶ γὰρ ὄνομʼ αὐτῷ ʼστὶ φοινικόπτερος. Ἐυελπίδης οὗτος ὦ σέ τοι.