ἵνʼ ὁ χρυσοκόμας Φοῖβος ἀκούων τοῖς σοῖς ἐλέγοις ἀντιψάλλων ἐλεφαντόδετον φόρμιγγα θεῶν ἵστησι χορούς· διὰ δʼ ἀθανάτων στομάτων χωρεῖ ξύμφωνος ὁμοῦ θεία μακάρων ὀλολυγή. (ἁὐλεἶ) Πισθέταιρος ὦ Ζεῦ βασιλεῦ τοῦ φθέγματος τοὐρνιθίου· οἶον κατεμελίτωσε τὴν λόχμην ὃλην. Ἐυελπίδης οὗτος. Πισθέταιρος τί ἔστιν; οὐ σιωπήσει; Ἐυελπίδης τί δαί; Πισθέταιρος οὕποψ μελῳδεῖν αὖ παρασκευάζεται. Ἔποψ ἐποποῖ ποποποποποποποῖ, ἰὼ ἰὼ ἰτὼ ἰτὼ ἰτὼ ἰτὼ, ἴτω τις ὧδε τῶν ἐμῶν ὁμοπτέρων· ὅσοι τʼ εὐσπόρους ἀγροίκων γύας νέμεσθε, φῦλα μυρία κριθοτράγων σπερμολόγων τε γένη ταχὺ πετόμενα, μαλθακὴν ἱέντα γῆρυν· ὅσα τʼ ἐν ἄλοκι θαμὰ βῶλον ἀμφιτιττυβίζεθʼ ὧδε λεπτὸν ἡδομένᾳ φωνᾷ· τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιό. ὅσα θʼ ὑμῶν κατὰ κήπους ἐπὶ κισσοῦ κλάδεσι νομὸν ἔχει, τά τε κατʼ ὄρεα τά τε κοτινοτράγα τά τε κομαροφάγα, ἀνύσατε πετόμενα πρὸς ἐμὰν αὐδάν· τριοτὸ τριοτὸ τοτοβρίξ· οἵ θʼ ἑλείας παρʼ αὐλῶνας ὀξυστόμους