οὕτως, ὅταν θύσωσιν ἄνθρωποι θεοῖς, ἢν μὴ φόρον φέρωσιν οἱ ὑμῖν οἱ θεοί, διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους τῶν μηρίων τὴν κνῖσαν οὐ διαφρήσετε. Ἔποψ ἰοὺ ἰού· μὰ γῆν μὰ παγίδας μὰ νεφέλας μὰ δίκτυα, μὴ ʼγὼ νόημα κομψότερον ἤκουσά πω· ὥστʼ ἂν κατοικίζοιμι μετὰ σοῦ τὴν πόλιν, εἰ ξυνδοκοίη τοῖσιν ἄλλοις ὀρνέοις. Πισθέταιρος τίς ἂν οὖν τὸ πρᾶγμʼ αὐτοῖς διηγήσαιτο; Ἔποψ σύ. ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ ἐδίδαξα τὴν φωνήν, ξυνὼν πολὺν χρόνον. Πισθέταιρος πῶς δῆτʼ ἂν αὐτοὺς ξυγκαλέσειας; Ἔποψ ῥᾳδίως. δευρὶ γὰρ ἐσβὰς αὐτίκα μάλʼ ἐς τὴν λόχμην, ἔπειτʼ ἀνεγείρας τὴν ἐμὴν ἀηδόνα, καλοῦμεν αὐτούς· οἱ δὲ νῷν τοῦ φθέγματος ἐάνπερ ἐπακούσωσι θεύσονται δρόμῳ. Πισθέταιρος ὦ φίλτατʼ ὀρνίθων σὺ μή νυν ἕσταθι· ἀλλʼ ἀντιβολῶ σʼ ἄγʼ ὡς τάχιστʼ ἐς τὴν λόχμην ἔσβαινε κἀνέγειρε τὴν ἀηδόνα. Ἔποψ ἄγε σύννομέ μοι παῦσαι μὲν ὕπνου, λῦσον δὲ νόμους ἱερῶν ὕμνων, οὓς διὰ θείου στόματος θρηνεῖς τὸν ἐμὸν καὶ σὸν πολύδακρυν Ἴτυν· ἐλελιζομένης δʼ ἱεροῖς μέλεσιν γένυος ξουθῆς καθαρὰ χωρεῖ διὰ φυλλοκόμου μίλακος ἠχὼ πρὸς Διὸς ἕδρας,