τίς ὄρνις οὗτος; ὁ Τελέας ἐρεῖ ταδί· ἅνθρωπος ὄρνις ἀστάθμητος πετόμενος, ἀτέκμαρτος, οὐδὲν οὐδέποτʼ ἐν ταὐτῷ μένων. Ἔποψ νὴ τὸν Διόνυσον εὖ γε μωμᾷ ταυταγί. τί ἂν οὖν ποιοῖμεν; Πισθέταιρος οἰκίσατε μίαν πόλιν. Ἔποψ ποίαν δʼ ἂν οἰκίσαιμεν ὄρνιθες πόλιν; Πισθέταιρος ἄληθες; ὦ σκαιότατον εἰρηκὼς ἔπος, βλέψον κάτω. Ἔποψ καὶ δὴ βλέπω. Πισθέταιρος βλέπε νῦν ἄνω. Ἔποψ βλέπω. Πισθέταιρος περίαγε τὸν τράχηλον. Ἔποψ νὴ Δία ἀπολαύσομαί τί γʼ, εἰ διαστραφήσομαι. Πισθέταιρος εἶδές τι; Ἔποψ τὰς νεφέλας γε καὶ τὸν οὐρανόν. Πισθέταιρος οὐχ οὗτος οὖν δήπου ʼστὶν ὀρνίθων πόλος; Ἔποψ πόλος; τίνα τρόπον; Πισθέταιρος ὥσπερ ἂν εἴποι τις τόπος. ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται ἅπαντα διὰ τούτου, καλεῖται νῦν πόλος. ἢν δʼ οἰκίσητε τοῦτο καὶ φάρξηθʼ ἅπαξ, ἐκ τοῦ πόλου τούτου κεκλήσεται πόλις. ὥστʼ ἄρξετʼ ἀνθρώπων μὲν ὥσπερ παρνόπων, τοὺς δʼ αὖ θεοὺς ἀπολεῖτε λιμῷ Μηλίῳ. Ἔποψ πῶς; Πισθέταιρος ἐν μέσῳ δήπουθεν ἀήρ ἐστι γῆς. εἶθʼ ὥσπερ ἡμεῖς, ἢν ἰέναι βουλώμεθα Πυθώδε, Βοιωτοὺς δίοδον αἰτούμεθα,