εἴπικνῇς πρότερον αὐτοῖσιν; Πισθέταιρος ὦ χαῖρʼ Ἡράκλεις. τί ἔστι; Ποσειδῶν πρεσβεύοντες ἡμεῖς ἥκομεν παρὰ τῶν θεῶν περὶ πολέμου καταλλαγῆς. Πισθέταιρος ἔλαιον οὐκ ἔνεστιν ἐν τῇ ληκύθῳ. Ἡρακλῆς καὶ μὴν τά γʼ ὀρνίθεια λιπάρʼ εἶναι πρέπει. Ποσειδῶν ἡμεῖς τε γὰρ πολεμοῦντες οὐ κερδαίνομεν, ὑμεῖς τʼ ἂν ἡμῖν τοῖς θεοῖς ὄντες φίλοι ὄμβριον ὕδωρ ἂν εἴχετʼ ἐν τοῖς τέλμασιν, ἀλκυονίδας τʼ ἂν ἤγεθʼ ἡμέρας ἀεί. τούτων περὶ πάντων αὐτοκράτορες ἥκομεν. Πισθέταιρος ἀλλʼ οὔτε πρότερον πώποθʼ ἡμεῖς ἤρξαμεν πολέμου πρὸς ὑμᾶς, νῦν τʼ ἐθέλομεν, εἰ δοκεῖ, ἐάν τι δίκαιον ἀλλὰ νῦν ἐθέλητε δρᾶν, σπονδὰς ποιεῖσθαι. τὰ δὲ δίκαιʼ ἐστὶν ταδί, τὸ σκῆπτρον ἡμῖν τοῖσιν ὄρνισιν πάλιν τὸν Δίʼ ἀποδοῦναι· κἂν διαλλαττώμεθα ἐπὶ τοῖσδε, τοὺς πρέσβεις ἐπʼ ἄριστον καλῶ. Ἡρακλῆς ἐμοὶ μὲν ἀπόχρη ταῦτα καὶ ψηφίζομαι. Ποσειδῶν τί ὦ κακόδαιμον; ἠλίθιος καὶ γάστρις εἶ. ἀποστερεῖς τὸν πατέρα τῆς τυραννίδος; Πισθέταιρος ἄληθες; οὐ γὰρ μεῖζον ὑμεῖς οἱ θεοὶ ἰσχύσετʼ, ἢν ὄρνιθες ἄρξωσιν κάτω; νῦν μέν γʼ ὑπὸ ταῖς νεφέλαισιν ἐγκεκρυμμένοι κύψαντες ἐπιορκοῦσιν ὑμᾶς οἱ βροτοί· ἐὰν δὲ τοὺς ὄρνις ἔχητε συμμάχους, ὅταν ὀμνύῃ τις τὸν κόρακα καὶ τὸν Δία, ὁ κόραξ παρελθὼν τοὐπιορκοῦντος λάθρᾳ προσπτόμενος ἐκκόψει τὸν ὀφθαλμὸν θενών.