κᾆτʼ ἀνῆλθʼ αὐτῷ κάτωθεν πρὸς τὸ λαῖτμα τῆς καμήλου Χαιρεφῶν ἡ νυκτερίς. Ποσειδῶν τὸ μὲν πόλισμα τῆς Νεφελοκοκκυγίας ὁρᾶν τοδὶ πάρεστιν, οἷ πρεσβεύομεν. οὗτος τί δρᾷς; ἐπʼ ἀριστέρʼ οὕτως ἀμπέχει; οὐ μεταβαλεῖς θοἰμάτιον ὧδʼ ἐπιδέξια; τί ὦ κακόδαιμον; Λαισποδίας εἶ τὴν φύσιν; ὦ δημοκρατία ποῖ προβιβᾷς ἡμᾶς ποτε, εἰ τουτονί γʼ ἐχειροτόνησαν οἱ θεοί; Τριβαλλός ἕξεις ἀτρέμας; Ποσειδῶν οἴμωζε· πολὺ γὰρ δή σʼ ἐγὼ ἑόρακα πάντων βαρβαρώτατον θεῶν. ἄγε δὴ τί δρῶμεν Ἡράκλεις; Ἡρακλῆς ἀκήκοας ἐμοῦ γʼ ὅτι τὸν ἄνθρωπον ἄγχειν βούλομαι, ὅστις ποτʼ ἔσθʼ ὁ τοὺς θεοὺς ἀποτειχίσας. Ποσειδῶν ἀλλʼ ὦγάθʼ ᾑρήμεσθα περὶ διαλλαγῶν πρέσβεις. Ἡρακλῆς διπλασίως μᾶλλον ἄγχειν μοι δοκεῖ. Πισθέταιρος τὴν τυρόκνηστίν τις δότω· φέρε σίλφιον· τυρὸν φερέτω τις· πυρπόλει τοὺς ἄνθρακας. Ποσειδῶν τὸν ἄνδρα χαίρειν οἱ θεοὶ κελεύομεν τρεῖς ὄντες ἡμεῖς. Πισθέταιρος ἀλλʼ ἐπικνῶ τὸ σίλφιον. Ἡρακλῆς τὰ δὲ κρέα τοῦ ταῦτʼ ἐστίν; Πισθέταιρος ὄρνιθές τινες ἐπανιστάμενοι τοῖς δημοτικοῖσιν ὀρνέοις ἔδοξαν ἀδικεῖν. Ἡρακλῆς εἶτα δῆτα σίλφιον