ὑμεῖς δὲ μὴ σπένδεσθʼ, ἐὰν μὴ παραδιδῷ τὸ σκῆπτρον ὁ Ζεὺς τοῖσιν ὄρνισιν πάλιν, καὶ τὴν Βασίλειάν σοι γυναῖκʼ ἔχειν διδῷ. Πισθέταιρος τίς ἐστιν ἡ Βασίλεια; Προμηθεύς καλλίστη κόρη, ἥπερ ταμιεύει τὸν κεραυνὸν τοῦ Διὸς καὶ τἄλλʼ ἁπαξάπαντα, τὴν εὐβουλίαν τὴν εὐνομίαν τὴν σωφροσύνην τὰ νεώρια, τὴν λοιδορίαν τὸν κωλακρέτην τὰ τριώβολα. Πισθέταιρος ἅπαντά γʼ ἆρʼ αὐτῷ ταμιεύει; Προμηθεύς φήμʼ ἐγώ. ἥν γʼ ἢν σὺ παρʼ ἐκείνου παραλάβῃς, πάντʼ ἔχεις. τούτων ἕνεκα δεῦρʼ ἦλθον, ἵνα φράσαιμί σοι. ἀεί ποτʼ ἀνθρώποις γὰρ εὔνους εἴμʼ ἐγώ. Πισθέταιρος μόνον θεῶν γὰρ διὰ σʼ ἀπανθρακίζομεν. Προμηθεύς μισῶ δʼ ἅπαντας τοὺς θεούς, ὡς οἶσθα σύ. Πισθέταιρος νὴ τὸν Δίʼ ἀεὶ δῆτα θεομισὴς ἔφυς. Προμηθεύς Τίμων καθαρός. ἀλλʼ ὡς ἂν ἀποτρέχω πάλιν, φέρε τὸ σκιάδειον, ἵνα με κἂν ὁ Ζεὺς ἴδῃ ἄνωθεν, ἀκολουθεῖν δοκῶ κανηφόρῳ. Πισθέταιρος καὶ τὸν δίφρον γε διφροφόρει τονδὶ λαβών. Χορός πρὸς δὲ τοῖς Σκιάποσιν λίμνη τις ἔστʼ ἄλουτος οὗ ψυχαγωγεῖ Σωκράτης· ἔνθα καὶ Πείσανδρος ἦλθε δεόμενος ψυχὴν ἰδεῖν ἣ ζῶντʼ ἐκεῖνον προὔλιπε, σφάγιʼ ἔχων κάμηλον ἀμνόν τινʼ, ἧς λαιμοὺς τεμὼν ὥσπερ ποθʼ οὑδυσσεὺς ἀπῆλθε,