ἄνωθεν, ὡς ἂν μή μʼ ὁρῶσιν οἱ θεοί. Πισθέταιρος ἰοὺ ἰού· εὖ γʼ ἐπενόησας αὐτὸ καὶ προμηθικῶς. ὑπόδυθι ταχὺ δὴ κᾆτα θαρρήσας λέγε. Προμηθεύς ἄκουε δή νυν. Πισθέταιρος ὡς ἀκούοντος λέγε. Προμηθεύς ἀπόλωλεν ὁ Ζεύς. Πισθέταιρος πηνίκʼ ἄττʼ ἀπώλετο; Προμηθεύς ἐξ οὗπερ ὑμεῖς ᾠκίσατε τὸν ἀέρα. θύει γὰρ οὐδεὶς οὐδὲν ἀνθρώπων ἔτι θεοῖσιν, οὐδὲ κνῖσα μηρίων ἄπο ἀνῆλθεν ὡς ἡμᾶς ἀπʼ ἐκείνου τοῦ χρόνου, ἀλλʼ ὡσπερεὶ Θεσμοφορίοις νηστεύομεν ἄνευ θυηλῶν· οἱ δὲ βάρβαροι θεοὶ πεινῶντες ὥσπερ Ἰλλυριοὶ κεκριγότες ἐπιστρατεύσειν φάσʼ ἄνωθεν τῷ Διί, εἰ μὴ παρέξει τἀμπόριʼ ἀνεῳγμένα, ἵνʼ εἰσάγοιτο σπλάγχνα κατατετμημένα. Πισθέταιρος εἰσὶν γὰρ ἕτεροι βάρβαροι θεοί τινες ἄνωθεν ὑμῶν; Προμηθεύς οὐ γάρ εἰσι βάρβαροι, ὅθεν ὁ πατρῷός ἐστιν Ἐξηκεστίδῃ; Πισθέταιρος ὄνομα δὲ τούτοις τοῖς θεοῖς τοῖς βαρβάροις τί ἔστιν; Προμηθεύς ὅ τι ἔστιν; Τριβαλλοί. Πισθέταιρος μανθάνω. ἐντεῦθεν ἆρα τοὐπιτριβείης ἐγένετο; Προμηθεύς μάλιστα πάντων. ἓν δέ σοι λέγω σαφές· ἥξουσι πρέσβεις δεῦρο περὶ διαλλαγῶν παρὰ τοῦ Διὸς καὶ τῶν Τριβαλλῶν τῶν ἄνω·