τηνικαῦτα δʼ οὐκέτʼ ἦν ἀσφαλὲς ξυντυγχάνειν. εἰ γὰρ ἐντύχοι τις ἥρῳ τῶν βροτῶν νύκτωρ Ὀρέστῃ, γυμνὸς ἦν πληγεὶς ὑπʼ αὐτοῦ πάντα τἀπιδέξια. Προμηθεύς οἴμοι τάλας, ὁ Ζεὺς ὅπως μή μʼ ὄψεται. ποῦ Πισθέταιρός ἐστʼ; Πισθέταιρος ἔα τουτὶ τί ἦν; τίς ὁ συγκαλυμμός; Προμηθεύς τῶν θεῶν ὁρᾷς τινα ἐμοῦ κατόπιν ἐνταῦθα; Πισθέταιρος μὰ Δίʼ ἐγὼ μὲν οὔ. τίς δʼ εἶ σύ; Προμηθεύς πηνίκʼ ἐστὶν ἄρα τῆς ἡμέρας; Πισθέταιρος ὁπηνίκα; σμικρόν τι μετὰ μεσημβρίαν. ἀλλὰ σὺ τίς εἶ; Προμηθεύς βουλυτὸς ἢ περαιτέρω; Πισθέταιρος οἴμʼ ὡς βδελύττομαί σε. Προμηθεύς τί γὰρ ὁ Ζεὺς ποιεῖ; ἀπαιθριάζει τὰς νεφέλας ἢ ξυννέφει; Πισθέταιρος οἴμωζε μεγάλʼ. Προμηθεύς οὕτω μὲν ἐκκεκαλύψομαι. Πισθέταιρος ὦ φίλε Προμηθεῦ. Προμηθεύς παῦε παῦε, μὴ βόα. Πισθέταιρος τί γὰρ ἔστι; Προμηθεύς σίγα, μὴ κάλει μου τοὔνομα· ἀπὸ γάρ μʼ ὀλεῖς, εἴ μʼ ἐνθάδʼ ὁ Ζεὺς ὄψεται. ἀλλʼ ἵνα φράσω σοι πάντα τἄνω πράγματα, τουτὶ λαβών μου τὸ σκιάδειον ὑπέρεχε