ἀτὰρ ἔστι γʼ ὁποίαν λέγετον εὐδαίμων πόλις παρὰ τὴν ἐρυθρὰν θάλατταν. Ἐυελπίδης οἴμοι μηδαμῶς ἡμῖν παρὰ τὴν θάλατταν, ἵνʼ ἀνακύψεται κλητῆρʼ ἄγουσʼ ἕωθεν ἡ Σαλαμινία. Ἑλληνικὴν δὲ πόλιν ἔχεις ἡμῖν φράσαι; Ἔποψ τί οὐ τὸν Ἠλεῖον Λέπρεον οἰκίζετον ἐλθόνθʼ; Ἐυελπίδης ὁτιὴ νὴ τοὺς θεοὺς ὅσʼ οὐκ ἰδὼν βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου. Ἔποψ ἀλλʼ εἰσὶν ἕτεροι τῆς Λοκρίδος Ὀπούντιοι, ἵνα χρὴ κατοικεῖν. Ἐυελπίδης ἀλλʼ ἔγωγʼ Ὀπούντιος οὐκ ἂν γενοίμην ἐπὶ ταλάντῳ χρυσίου. οὗτος δὲ δὴ τίς ἔσθʼ ὁ μετʼ ὀρνίθων βίος; σὺ γὰρ οἶσθʼ ἀκριβῶς. Ἔποψ οὐκ ἄχαρις ἐς τὴν τριβήν· οὗ πρῶτα μὲν δεῖ ζῆν ἄνευ βαλλαντίου. Ἐυελπίδης πολλήν γʼ ἀφεῖλες τοῦ βίου κιβδηλίαν. Ἔποψ νεμόμεσθα δʼ ἐν κήποις τὰ λευκὰ σήσαμα καὶ μύρτα καὶ μήκωνα καὶ σισύμβρια. Ἐυελπίδης ὑμεῖς μὲν ἆρα ζῆτε νυμφίων βίον. Πισθέταιρος φεῦ φεῦ· ἦ μέγʼ ἐνορῶ βούλευμʼ ἐν ὀρνίθων γένει, καὶ δύναμιν ἣ γένοιτʼ ἄν, εἰ πίθοισθέ μοι. Ἔποψ τί σοι πιθώμεσθʼ; Πισθέταιρος ὅ τι πίθησθε; πρῶτα μὲν μὴ περιπέτεσθε πανταχῇ κεχηνότες· ὡς τοῦτʼ ἄτιμον τοὔργον ἐστίν. αὐτίκα ἐκεῖ παρʼ ἡμῖν τοὺς πετομένους ἢν ἔρῃ,