ἀναπτεροῦνται. Συκοφάντης πάντες; Πισθέταιρος οὐκ ἀκήκοας, ὅταν λέγωσιν οἱ πατέρες ἑκάστοτε τοῖς μειρακίοις ἐν τοῖσι κουρείοις ταδί; δεινῶς γέ μου τὸ μειράκιον Διειτρέφης λέγων ἀνεπτέρωκεν ὥσθʼ ἱππηλατεῖν. ὁ δέ τις τὸν αὑτοῦ φησιν ἐπὶ τραγῳδίᾳ ἀνεπτερῶσθαι καὶ πεποτῆσθαι τὰς φρένας. Συκοφάντης λόγοισί τἄρα καὶ πτεροῦνται; Πισθέταιρος φήμʼ ἐγώ. ὑπὸ γὰρ λόγων ὁ νοῦς τε μετεωρίζεται ἐπαίρεταί τʼ ἄνθρωπος. οὕτω καί σʼ ἐγὼ ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις τρέψαι πρὸς ἔργον νόμιμον. Συκοφάντης ἀλλʼ οὐ βούλομαι. Πισθέταιρος τί δαὶ ποιήσεις; Συκοφάντης τὸ γένος οὐ καταισχυνῶ. παππῷος ὁ βίος συκοφαντεῖν ἐστί μοι. ἀλλὰ πτέρου με ταχέσι καὶ κούφοις πτεροῖς ἱέρακος ἢ κερχνῇδος, ὡς ἂν τοὺς ξένους καλεσάμενος κᾆτʼ ἐγκεκληκὼς ἐνθαδὶ κατʼ αὖ πέτωμαι πάλιν ἐκεῖσε. Πισθέταιρος μανθάνω. ὡδὶ λέγεις· ὅπως ἂν ὠφλήκῃ δίκην ἐνθάδε πρὶν ἥκειν ὁ ξένος. Συκοφάντης πάνυ μανθάνεις. Πισθέταιρος κἄπειθʼ ὁ μὲν πλεῖ δεῦρο, σὺ δʼ ἐκεῖσʼ αὖ πέτει ἁρπασόμενος τὰ χρήματʼ αὐτοῦ. Συκοφάντης πάντʼ ἔχεις.