ἀλλʼ ἔστιν ἡμῖν τοῖσιν ὄρνισιν νόμος παλαιὸς ἐν ταῖς τῶν πελαργῶν κύρβεσιν· ἐπὴν ὁ πατὴρ ὁ πελαργὸς ἐκπετησίμους πάντας ποιήσῃ τοὺς πελαργιδέας τρέφων, δεῖ τοὺς νεοττοὺς τὸν πατέρα πάλιν τρέφειν. Πατραλοίας ἀπέλαυσά τἄρα νὴ Δίʼ ἐλθὼν ἐνθαδί, εἴπερ γέ μοι καὶ τὸν πατέρα βοσκητέον. Πισθέταιρος οὐδέν γʼ. ἐπειδήπερ γὰρ ἦλθες ὦ μέλε εὔνους, πτερώσω σʼ ὥσπερ ὄρνιν ὀρφανόν. σοὶ δʼ ὦ νεανίσκʼ οὐ κακῶς ὑποθήσομαι, ἀλλʼ οἷάπερ αὐτὸς ἔμαθον ὅτε παῖς ἦ. σὺ γὰρ τὸν μὲν πατέρα μὴ τύπτε· ταυτηνδὶ λαβὼν τὴν πτέρυγα καὶ τουτὶ τὸ πλῆκτρον θἀτέρᾳ, νομίσας ἀλεκτρυόνος ἔχειν τονδὶ λόφον, φρούρει στρατεύου μισθοφορῶν σαυτὸν τρέφε, τὸν πατέρ ἔα ζῆν· ἀλλʼ ἐπειδὴ μάχιμος εἶ, ἐς τἀπὶ Θρᾴκης ἀποπέτου κἀκεῖ μάχου. Πατραλοίας νὴ τὸν Διόνυσον εὖ γέ μοι δοκεῖς λέγειν, καὶ πείσομαί σοι. Πισθέταιρος νοῦν ἄρʼ ἔξεις νὴ Δία. Κινησίας ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις· πέτομαι δʼ ὁδὸν ἄλλοτʼ ἐπʼ ἄλλαν μελέων — Πισθέταιρος τουτὶ τὸ πρᾶγμα φορτίου δεῖται πτερῶν. Κινησίας ἀφόβῳ φρενὶ σώματί τε νέαν ἐφέπων — Πισθέταιρος ἀσπαζόμεσθα φιλύρινον Κινησίαν. τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς; Κινησίας ὄρνις γενέσθαι βούλομαι λιγύφθογγος ἀηδών. Πισθέταιρος παῦσαι μελῳδῶν, ἀλλʼ ὅ τι λέγεις εἰπέ μοι. Κινησίας ὑπὸ σοῦ πτερωθεὶς βούλομαι μετάρσιος ἀναπτόμενος ἐκ τῶν νεφελῶν καινὰς λαβεῖν