ὡς βλακικῶς διακονεῖς· οὐ θᾶττον ἐγκονήσεις; Χορός φερέτω κάλαθον ταχύ τις πτερύγων, σὺ δʼ αὖθις ἐξόρμα — Πισθέταιρος τύπτων γε τοῦτον ὡδί. Χορός πάνυ γὰρ βραδύς ἐστί τις ὥσπερ ὄνος. Πισθέταιρος Μανῆς γάρ ἐστι δειλός. Χορός σὺ δὲ τὰ πτερὰ πρῶτον διάθες τάδε κόσμῳ, τά τε μουσίχʼ ὁμοῦ τά τε μαντικὰ καὶ τὰ θαλάττιʼ. ἔπειτα δʼ ὅπως φρονίμως πρὸς ἄνδρʼ ὁρῶν πτερώσεις. Πισθέταιρος οὔ τοι μὰ τὰς κερχνῇδας ἔτι σοῦ σχήσομαι, οὕτως ὁρῶν σε δειλὸν ὄντα καὶ βραδύν. Πατραλοίας γενοίμαν αἰετὸς ὑψιπέτας, ὡς ἀμποταθείην ὑπὲρ ἀτρυγέτου γλαυκᾶς ἐπʼ οἶδμα λίμνας. Πισθέταιρος ἔοικεν οὐ ψευδαγγελήσειν ἅγγελος. ᾄδων γὰρ ὅδε τις αἰετοὺς προσέρχεται. Πατραλοίας αἰβοῖ· οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι γλυκύτερον· ὀρνιθομανῶ γὰρ καὶ πέτομαι καὶ βούλομαι οἰκεῖν μεθʼ ὑμῶν κἀπιθυμῶ τῶν νόμων. Πισθέταιρος ποίων νόμων; πολλοὶ γὰρ ὀρνίθων νόμοι. Πατραλοίας πάντων· μάλιστα δʼ ὅτι καλὸν νομίζεται τὸν πατέρα τοῖς ὄρνισιν ἄγχειν καὶ δάκνειν. Πισθέταιρος καὶ νὴ Δίʼ ἀνδρεῖόν γε πάνυ νομιζομεν, ὃς ἂν πεπλήγῃ τὸν πατέρα νεοττὸς ὤν. Πατραλοίας διὰ ταῦτα μέντοι δεῦρʼ ἀνοικισθεὶς ἐγὼ ἄγχειν ἐπιθυμῶ τὸν πατέρα καὶ πάντʼ ἔχειν.