χωλός, Μενίππῳ δʼ ἦν χελιδὼν τοὔνομα, Ὀπουντίῳ δʼ ὀφθαλμὸν οὐκ ἔχων κόραξ, κορυδὸς Φιλοκλέει, χηναλώπηξ Θεογένει, ἶβις Λυκούργῳ, Χαιρεφῶντι νυκτερίς, Συρακοσίῳ δὲ κίττα· Μειδίας δʼ ἐκεῖ ὄρτυξ ἐκαλεῖτο· καὶ γὰρ ᾔκειν ὄρτυγι ὑπὸ στυφοκόπου τὴν κεφαλὴν πεπληγμένῳ. ᾖδον δʼ ὑπὸ φιλορνιθίας πάντες μέλη, ὅπου χελιδὼν ἦν τις ἐμπεποιημένη ἢ πηνέλοψ ἢ χήν τις ἢ περιστερὰ ἢ πτέρυγες, ἢ πτεροῦ τι καὶ σμικρὸν προσῆν. τοιαῦτα μὲν τἀκεῖθεν. ἓν δέ σοι λέγω· ἥξουσʼ ἐκεῖθεν δεῦρο πλεῖν ἢ μύριοι πτερῶν δεόμενοι καὶ τρόπων γαμψωνύχων· ὥστε πτερῶν σοι τοῖς ἐποίκοις δεῖ ποθέν. Πισθέταιρος οὐκ ἆρα μὰ Δίʼ ἡμῖν ἔτʼ ἔργον ἑστάναι. ἀλλʼ ὡς τάχιστα σὺ μὲν ἰὼν τὰς ἀρρίχους καὶ τοὺς κοφίνους ἅπαντας ἐμπίμπλη πτερῶν· Μανῆς δὲ φερέτω μοι θύραζε τὰ πτερά· ἐγὼ δʼ ἐκείνων τοὺς προσιόντας δέξομαι. Χορός ταχὺ δὴ πολυάνορα τάνδε πόλιν καλεῖ τις ἀνθρώπων. Πισθέταιρος τύχη μόνον προσείη. Χορός κατέχουσι δʼ ἔρωτες ἐμᾶς πόλεως. Πισθέταιρος θάττον φέρειν κελεύω. Χορός τί γὰρ οὐκ ἔνι ταύτῃ καλὸν ἀνδρὶ μετοικεῖν; Σοφία Πόθος Ἀμβροσία Χάριτες τό τε τῆς ἀγανόφρονος Ἡσυχίας εὐήμερον πρόσωπον.