καταιθαλώσεις τῶν νεωτέρων τινά; Χορός ἀποκεκλῄκαμεν διογενεῖς θεοὺς μηκέτι τὴν ἐμὴν διαπερᾶν πόλιν, μηδέ γέ τινʼ ἱερόθυτον ἀνὰ δάπεδον ἔτι τῇδε βροτῶν θεοῖσι πέμπειν καπνόν. Πισθέταιρος δεινόν γε τὸν κήρυκα τὸν παρὰ τοὺς βροτοὺς οἰχόμενον, εἰ μηδέποτε νοστήσει πάλιν. Κῆρυξ ὦ Πισθέταιρʼ ὦ μακάριʼ ὦ σοφώτατε, ὦ κλεινότατʼ ὦ σοφώτατʼ ὦ γλαφυρώτατε, ὦ τρισμακάριʼ ὦ κατακέλευσον. Πισθέταιρος τί σὺ λέγεις; Κῆρυξ στεφάνῳ σε χρυσῷ τῷδε σοφίας οὕνεκα στεφανοῦσι καὶ τιμῶσιν οἱ πάντες λεῴ. Πισθέταιρος δέχομαι. τί δʼ οὕτως οἱ λεῲ τιμῶσί με; Κῆρυξ ὦ κλεινοτάτην αἰθέριον οἰκίσας πόλιν, οὐκ οἷσθʼ ὅσην τιμὴν παρʼ ἀνθρώποις φέρει, ὅσους τʼ ἐραστὰς τῆσδε τῆς χώρας ἔχεις. πρὶν μὲν γὰρ οἰκίσαι σε τήνδε τὴν πόλιν, ἐλακωνομάνουν ἅπαντες ἄνθρωποι τότε, ἐκόμων ἐπείνων ἐρρύπων ἐσωκράτουν σκυτάλιʼ ἐφόρουν, νυνὶ δʼ ὑποστρέψαντες αὖ ὀρνιθομανοῦσι, πάντα δʼ ὑπὸ τῆς ἡδονῆς ποιοῦσιν ἅπερ ὄρνιθες ἐκμιμούμενοι· πρῶτον μὲν εὐθὺς πάντες ἐξ εὐνῆς ἅμα ἐπέτονθʼ ἕωθεν ὥσπερ ἡμεῖς ἐπὶ νομόν· κἄπειτʼ ἂν ἅμα κατῆραν ἐς τὰ βιβλία· εἶτʼ ἀπενέμοντʼ ἐνταῦθα τὰ ψηφίσματα. ὠρνιθομάνουν δʼ οὕτω περιφανῶς ὥστε καὶ πολλοῖσιν ὀρνίθων ὀνόματʼ ἦν κείμενα. πέρδιξ μὲν εἷς κάπηλος ὠνομάζετο