κνισᾶν τʼ ἀγυιάς. Πισθέταιρος τί σὺ λέγεις; ποίοις θεοῖς; Ἶρις ποίοισιν; ἡμῖν τοῖς ἐν οὐρανῷ θεοῖς. Πισθέταιρος θεοὶ γὰρ ὑμεῖς; Ἶρις τίς γάρ ἐστʼ ἄλλος θεός; Πισθέταιρος ὄρνιθες ἀνθρώποισι νῦν εἰσιν θεοί, οἷς θυτέον αὐτούς, ἀλλὰ μὰ Δίʼ οὐ τῷ Διί. Ἶρις ὦ μῶρε μῶρε μὴ θεῶν κίνει φρένας δεινάς, ὅπως μή σου γένος πανώλεθρον Διὸς μακέλλῃ πᾶν ἀναστρέψῃ Δίκη, λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰς καταιθαλώσῃ σου Λικυμνίαις βολαῖς. Πισθέταιρος ἄκουσον αὕτη· παῦε τῶν παφλασμάτων· ἔχʼ ἀτρέμα. φέρʼ ἴδω, πότερα Λυδὸν ἢ Φρύγα ταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς; ἆρʼ οἶσθʼ ὅτι Ζεὺς εἴ με λυπήσει πέρα, μέλαθρα μὲν αὐτοῦ καὶ δόμους Ἀμφίονος καταιθαλώσω πυρφόροισιν αἰετοῖς; πέμψω δὲ πορφυρίωνας ἐς τὸν οὐρανὸν ὄρνις ἐπʼ αὐτὸν παρδαλᾶς ἐνημμένους πλεῖν ἑξακοσίους τὸν ἀριθμόν. καὶ δή ποτε εἷς Πορφυρίων αὐτῷ παρέσχε πράγματα. σὺ δʼ εἴ με λυπήσεις τι, τῆς διακόνου πρώτης ἀνατείνας τὼ σκέλει διαμηριῶ τὴν Ἶριν αὐτήν, ὥστε θαυμάζειν ὅπως οὕτω γέρων ὢν στύομαι τριέμβολον. Ἶρις διαρραγείης ὦ μέλʼ αὐτοῖς ῥήμασιν. Πισθέταιρος οὐκ ἀποσοβήσεις; οὐ ταχέως; εὐρὰξ πατάξ. Ἶρις ἦ μήν σε παύσει τῆς ὕβρεως οὑμὸς πατήρ. Πισθέταιρος οἴμοι τάλας. οὔκουν ἑτέρωσε πετομένη