ἄτοπόν γε τουτὶ πρᾶγμα. Πισθέταιρος κατὰ ποίας πύλας εἰσῆλθες ἐς τὸ τεῖχος ὦ μιαρωτάτη; Ἶρις οὐκ οἶδα μὰ Δίʼ ἔγωγε κατὰ ποίας πύλας. Πισθέταιρος ἤκουσας αὐτῆς οἷον εἰρωνεύεται; πρὸς τοὺς κολοιάρχας προσῆλθες; οὐ λέγεις; σφραγῖδʼ ἔχεις παρὰ τῶν πελαργῶν; Ἶρις τί τὸ κακόν. Πισθέταιρος οὐκ ἔλαβες; Ἶρις ὑγιαίνεις μέν; Πισθέταιρος οὐδὲ σύμβολον ἐπέβαλεν ὀρνίθαρχος οὐδείς σοι παρών; Ἶρις μὰ Δίʼ οὐκ ἔμοιγʼ ἐπέβαλεν οὐδεὶς ὦ μέλε. Πισθέταιρος κἄπειτα δῆθʼ οὕτω σιωπῇ διαπέτει διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους; Ἶρις ποίᾳ γὰρ ἄλλῃ χρὴ πέτεσθαι τοὺς θεούς; Πισθέταιρος οὐκ οἶδα μὰ Δίʼ ἔγωγε· τῇδε μὲν γὰρ οὔ. ἀδικεῖς δὲ καὶ νῦν. ἆρά γʼ οἶσθα τοῦθʼ ὅτι δικαιότατʼ ἂν ληφθεῖσα πασῶν Ἰρίδων ἀπέθανες, εἰ τῆς ἀξίας ἐτύγχανες; Ἶρις ἀλλʼ ἀθάνατός εἰμʼ. Πισθέταιρος ἀλλʼ ὅμως ἂν ἀπέθανες. δεινότατα γάρ τοι πεισόμεσθʼ, ἐμοὶ δοκεῖ, εἰ τῶν μὲν ἄλλων ἄρχομεν, ὑμεῖς δʼ οἱ θεοὶ ἀκολαστανεῖτε, κοὐδέπω γνώσεσθʼ ὅτι ἀκροατέον ὑμῖν ἐν μέρει τῶν κρειττόνων. φράσον δέ τοί μοι τὼ πτέρυγε ποῖ ναυστολεῖς; Ἶρις ἐγώ; πρὸς ἀνθρώπους πέτομαι παρὰ τοῦ πατρὸς φράσουσα θύειν τοῖς Ὀλυμπίοις θεοῖς μηλοσφαγεῖν τε βουθύτοις ἐπʼ ἐσχάραις