ἵππων ὑπόντων μέγεθος ὅσον ὁ δούριος, ὑπὸ τοῦ πλάτους ἂν παρελασαίτην. Πισθέταιρος Ἡράκλεις. Ἄγγελος Α τὸ δὲ μῆκός ἐστι, καὶ γὰρ ἐμέτρησʼ αὔτʼ ἐγώ, ἑκατοντορόγυιον. Πισθέταιρος ὦ Πόσειδον τοῦ μάκρους. τίνες ᾠκοδόμησαν αὐτὸ τηλικουτονί; Ἄγγελος Α ὄρνιθες, οὐδεὶς ἄλλος, οὐκ Αἰγύπτιος πλινθοφόρος, οὐ λιθουργός, οὐ τέκτων παρῆν, ἀλλʼ αὐτόχειρες, ὥστε θαυμάζειν ἐμέ. ἐκ μέν γε Λιβύης ἧκον ὡς τρισμύριαι γέρανοι θεμελίους καταπεπωκυῖαι λίθους. τούτους δʼ ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσιν. ἕτεροι δʼ ἐπλινθοφόρουν πελαργοὶ μύριοι· ὕδωρ δʼ ἐφόρουν κάτωθεν ἐς τὸν ἀέρα οἱ χαραδριοὶ καὶ τἄλλα ποτόμιʼ ὄρνεα. Πισθέταιρος ἐπηλοφόρουν δʼ αὐτοῖσι τίνες; Ἄγγελος Α ἐρωδιοὶ λεκάναισι. Πισθέταιρος τὸν δὲ πηλὸν ἐνεβάλλοντο πῶς; Ἄγγελος Α τοῦτʼ ὦγάθʼ ἐξηύρητο καὶ σοφώτατα· οἱ χῆνες ὑποτύπτοντες ὥσπερ ταῖς ἄμαις ἐς τὰς λεκάνας ἐνέβαλλον αὐτοῖς τοῖν ποδοῖν. Πισθέταιρος τί δῆτα πόδες ἂν οὐκ ἂν ἐργασαίατο; Ἄγγελος Α καὶ νὴ Δίʼ αἱ νῆτταί γε περιεζωσμέναι ἐπλινθοφόρουν· ἄνω δὲ τὸν ὑπαγωγέα ἐπέτοντʼ ἔχουσαι κατόπιν †ὥσπερ παιδία τὸν πηλὸν ἐν τοῖς στόμασιν† αἱ χελιδόνες. Πισθέταιρος τί δῆτα μισθωτοὺς ἂν ἔτι μισθοῖτό τις; φέρʼ ἴδω, τί δαί; τὰ ξύλινα τοῦ τείχους τίνες