ἠρινά τε βοσκόμεθα παρθένια λευκότροφα μύρτα Χαρίτων τε κηπεύματα. Χορός τοῖς κριταῖς εἰπεῖν τι βουλόμεσθα τῆς νίκης πέρι, ὅσʼ ἀγάθʼ, ἢν κρίνωσιν ἡμᾶς, πᾶσιν αὐτοῖς δώσομεν, ὥστε κρείττω δῶρα πολλῷ τῶν Ἀλεξάνδρου λαβεῖν. πρῶτα μὲν γὰρ οὗ μάλιστα πᾶς κριτὴς ἐφίεται, γλαῦκες ὑμᾶς οὔποτʼ ἐπιλείψουσι Λαυρειωτικαί· ἀλλʼ ἐνοικήσουσιν ἔνδον, ἔν τε τοῖς βαλλαντίοις ἐννεοττεύσουσι κἀκλέψουσι μικρὰ κέρματα. εἶτα πρὸς τούτοισιν ὥσπερ ἐν ἱεροῖς οἰκήσετε· τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς αἰετόν· κἂν λαχόντες ἀρχίδιον εἶθʼ ἁρπάσαι βούλησθέ τι, ὀξὺν ἱερακίσκον ἐς τὰς χεῖρας ὑμῖν δώσομεν. ἢν δέ που δειπνῆτε, πρηγορεῶνας ὑμῖν πέμψομεν. ἢν δὲ μὴ κρίνητε, χαλκεύεσθε μηνίσκους φορεῖν ὥσπερ ἀνδριάντες· ὡς ὑμῶν ὃς ἂν μὴ μῆνʼ ἔχῃ, ὅταν ἔχητε χλανίδα λευκήν, τότε μάλισθʼ οὕτω δίκην δώσεθʼ ἡμῖν, πᾶσι τοῖς ὄρνισι κατατιλώμενοι. Πισθέταιρος τὰ μὲν ἱέρʼ ἡμῖν ἐστιν ὦρνιθες καλά· ἀλλʼ ὡς ἀπὸ τοῦ τείχους πάρεστιν ἄγγελος οὐδείς, ὅτου πευσόμεθα τἀκεῖ πράγματα. ἀλλʼ οὑτοσὶ τρέχει τις Ἀλφειὸν πνέων. Ἄγγελος Α ποῦ ποῦ ʼστι, ποῦ ποῦ ποῦ ʼστι, ποῦ ποῦ ποῦ ʼστι ποῦ, ποῦ Πισθέταιρός ἐστιν ἅρχων; Πισθέταιρος οὑτοσί. Ἄγγελος Α ἐξῳκοδόμηταί σοι τὸ τεῖχος. Πισθέταιρος εὖ λέγεις. Ἄγγελος Α κάλλιστον ἔργον καὶ μεγαλοπρεπέστατον· ὥστʼ ἂν ἐπάνω μὲν Προξενίδης ὁ Κομπασεὺς καὶ Θεογένης ἐναντίω δύʼ ἅρματε,