ψηφισματοπώλης εἰμὶ καὶ νόμους νέους ἥκω παρʼ ὑμᾶς δεῦρο πωλήσων. Πισθέταιρος τὸ τί; Ψηφισματοπώλης χρῆσθαι Νεφελοκοκκυγιᾶς τοῖσδε τοῖς μέτροισι καὶ σταθμοῖσι καὶ ψηφίσμασι καθάπερ Ὀλοφύξιοι. Πισθέταιρος σὺ δέ γʼ οἷσπερ ὡτοτύξιοι χρήσει τάχα. Ψηφισματοπώλης οὗτος τί πάσχεις; Πισθέταιρος οὐκ ἀποίσεις τοὺς νόμους; πικροὺς ἐγώ σοι τήμερον δείξω νόμους. Ἐπίσκοπος καλοῦμαι Πισθέταιρον ὕβρεως ἐς τὸν Μουνιχιῶνα μῆνα. Πισθέταιρος ἄληθες οὗτος; ἔτι γὰρ ἐνταῦθʼ ἦσθα σύ; Ψηφισματοπώλης ἐὰν δέ τις ἐξελαύνῃ τοὺς ἄρχοντας καὶ μὴ δέχηται κατὰ τὴν στήλην — Πισθέταιρος οἴμοι κακοδαίμων, καὶ σὺ γὰρ ἐνταῦθʼ ἦσθʼ ἔτι; Ἐπίσκοπος ἀπολῶ σε καὶ γράφω σε μυρίας δραχμάς. Πισθέταιρος ἐγὼ δὲ σοῦ γε τὼ κάδω διασκεδῶ. Ψηφισματοπώλης μέμνησʼ ὅτε τῆς στήλης κατετίλας ἑσπέρας; Πισθέταιρος αἰβοῖ· λαβέτω τις αὐτόν. οὗτος οὐ μενεῖς; ἀπίωμεν ἡμεῖς ὡς τάχιστʼ ἐντευθενὶ θύσοντες εἴσω τοῖς θεοῖσι τὸν τράγον. Χορός ἤδη ʼμοὶ τῷ παντόπτᾳ καὶ παντάρχᾳ θνητοὶ πάντες θύσουσʼ εὐκταίαις εὐχαῖς. πᾶσαν μὲν γὰρ γᾶν ὀπτεύω, σῴζω δʼ εὐθαλεῖς καρποὺς κτείνων παμφύλων γένναν θηρῶν, ἂ πάντʼ ἐν γαίᾳ ἐκ κάλυκος αὐξανόμενον γένυσι παμφάγοις δένδρεσί τʼ ἐφημένα καρπὸν ἀποβόσκεται· κτείνω δʼ οἳ κήπους εὐώδεις