ὁμοθυμαδὸν σποδεῖν ἅπαντας τοὺς ἀλαζόνας δοκεῖ. Μέτων ὑπάγοιμί τἄρʼ ἄν. Πισθέταιρος νὴ Δίʼ ὡς οὐκ οἶδʼ ἂν εἰ φθαίης ἄν· ἐπίκεινται γὰρ ἐγγὺς αὑταιί. Μέτων οἴμοι κακοδαίμων. Πισθέταιρος οὐκ ἔλεγον ἐγὼ πάλαι; οὐκ ἀναμετρήσεις σαυτὸν ἀπιὼν ἀλλαχῇ; Ἐπίσκοπος ποῦ πρόξενοι; Πισθέταιρος τίς ὁ Σαρδανάπαλλος οὑτοσί; Ἐπίσκοπος ἐπίσκοπος ἥκω δεῦρο τῷ κυάμῳ λαχὼν ἐς τὰς Νεφελοκοκκυγίας. Πισθέταιρος ἐπίσκοπος; ἔπεμψε δὲ τίς σε δεῦρο; Ἐπίσκοπος φαῦλον βιβλίον Τελέου. Πισθέταιρος τί; βούλει δῆτα τὸν μισθὸν λαβὼν μὴ πράγματʼ ἔχειν ἀλλʼ ἀπιέναι; Ἐπίσκοπος νὴ τοὺς θεούς. ἐκκλησιάσαι δʼ οὖν ἐδεόμην οἴκοι μένων. ἔστιν γὰρ ἃ διʼ ἐμοῦ πέπρακται Φαρνάκῃ. Πισθέταιρος ἄπιθι λαβών· ἔστιν δʼ ὁ μισθὸς οὑτοσί. Ἐπίσκοπος τουτὶ τί ἦν; Πισθέταιρος ἐκκλησία περὶ Φαρνάκου. Ἐπίσκοπος μαρτύρομαι τυπτόμενος ὢν ἐπίσκοπος. Πισθέταιρος οὐκ ἀποσοβήσεις; οὐκ ἀποίσεις τὼ κάδω; οὐ δεινά; καὶ πέμπουσιν ἤδη ʼπισκόπους ἐς τὴν πόλιν, πρὶν καὶ τεθύσθαι τοῖς θεοῖς; Ψηφισματοπώλης ἐὰν δʼ ὁ Νεφελοκοκκυγιεὺς τὸν Ἀθηναῖον ἀδικῇ — Πισθέταιρος τουτὶ τί ἔστιν αὖ κακὸν τὸ βιβλίον;