Ἐυελπίδης ὀρθὴν κελεύεις, ᾗ τὸ δένδρον φαίνεται; Πισθέταιρος διαρραγείης· ἥδε δʼ αὖ κρώζει πάλιν. Ἐυελπίδης τί ὦ πόνηρʼ ἄνω κάτω πλανύττομεν; ἀπολούμεθʼ ἄλλως τὴν ὁδὸν προφορουμένω. Πισθέταιρος τὸ δʼ ἐμὲ κορώνῃ πειθόμενον τὸν ἄθλιον ὁδοῦ περιελθεῖν στάδια πλεῖν ἢ χίλια. Ἐυελπίδης τὸ δʼ ἐμὲ κολοιῷ πειθόμενον τὸν δύσμορον ἀποσποδῆσαι τοὺς ὄνυχας τῶν δακτύλων. Πισθέταιρος ἀλλʼ οὐδʼ ὅπου γῆς ἐσμὲν οἶδʼ ἔγωγʼ ἔτι. Ἐυελπίδης ἐντευθενὶ τὴν πατρίδʼ ἂν ἐξεύροις σύ που; Πισθέταιρος οὐδʼ ἂν μὰ Δία γʼ ἐντεῦθεν Ἐξηκεστίδης. Ἐυελπίδης οἴμοι. Πισθέταιρος σὺ μὲν ὦ τᾶν τὴν ὁδὸν ταύτην ἴθι. Ἐυελπίδης ἦ δεινὰ νὼ δέδρακεν οὑκ τῶν ὀρνέων, ὁ πινακοπώλης φιλοκράτης μελαγχολῶν, ὃς τώδʼ ἔφασκε νῷν φράσειν τὸν Τηρέα τὸν ἔποφʼ ὃς ὄρνις ἐγένετʼ ἐκ τῶν ὀρνέων· κἀπέδοτο τὸν μὲν Θαρρελείδου τουτονὶ κολοιὸν ὀβολοῦ, τηνδεδὶ τριωβόλου. τὼ δʼ οὐκ ἄρʼ ᾔστην οὐδὲν ἄλλο πλὴν δάκνειν. καὶ νῦν τί κέχηνας; ἔσθʼ ὅποι κατὰ τῶν πετρῶν ἡμᾶς ἔτʼ ἔξεις. οὐ γάρ ἐστʼ ἐνταῦθά τις ὁδός. Πισθέταιρος οὐδὲ μὰ Δίʼ ἐνταῦθά γʼ ἀτραπὸς οὐδαμοῦ. Ἐυελπίδης οὐδʼ ἡ κορώνη τῆς ὁδοῦ τι λέγει πέρι; Πισθέταιρος οὐ ταὐτὰ κρώζει μὰ Δία νῦν τε καὶ τότε. Ἐυελπίδης τί δὴ λέγει περὶ τῆς ὁδοῦ; Πισθέταιρος τί δʼ ἄλλο γʼ ἢ βρύκουσʼ ἀπέδεσθαί φησί μου τοὺς δακτύλους;