πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς ἄρθρων ἶνας πτερύγων ῥύμῃ. καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ σʼ· εἰ δὲ ποιήσεις τοῦτο, κατʼ οἴκους αὐτοῦ μεῖνον τοὺς ἡμετέρους. Οἰκέτης Α ὦ δέσποτʼ ἄναξ ὡς παραπαίεις. Τρυγαῖος σίγα σίγα. Οἰκέτης Α ποῖ δῆτʼ ἄλλως μετεωροκοπεῖς; Τρυγαῖος ὑπὲρ Ἑλλήνων πάντων πέτομαι τόλμημα νέον παλαμησάμενος. Οἰκέτης Α τί πέτει; τί μάτην οὐχ ὑγιαίνεις; Τρυγαῖος εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρον μηδὲν γρύζειν ἀλλʼ ὀλολύζειν· τοῖς τʼ ἀνθρώποισι φράσον σιγᾶν, τοὺς τε κοπρῶνας καὶ τὰς λαύρας καιναῖς πλίνθοισιν ἀνοικοδομεῖν καὶ τοὺς πρωκτοὺς ἐπικλῄειν. Οἰκέτης Α οὐκ ἔσθʼ ὅπως σιγήσομʼ, ἢν μή μοι φράσῃς ὅποι πέτεσθαι διανοεῖ. Τρυγαῖος τί δʼ ἄλλο γʼ ἢ ὡς τὸν Δίʼ ἐς τὸν οὐρανόν; Οἰκέτης Α τίνα νοῦν ἔχων; Τρυγαῖος ἐρησόμενος ἐκεῖνον Ἑλλήνων πέρι ἁπαξαπάντων ὅ τι ποιεῖν βουλεύεται. Οἰκέτης Α ἐὰν δὲ μή σοι καταγορεύῃ; Τρυγαῖος γράψομαι Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα. Οἰκέτης Α μὰ τὸν Διόνυσον οὐδέποτε ζῶντός γʼ ἐμοῦ. Τρυγαῖος οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλʼ. Οἰκέτης Α ἰοὺ ἰοὺ ἰού·