εὖ γʼ ὦ πότνια δέσποινʼ Ἀθηναία ποιῶν ἀπόλωλʼ ἐκεῖνος κἀν δέοντι τῇ πόλει, ἢ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι. Πόλεμος οὔκουν ἕτερον δῆτʼ ἐκ Λακεδαίμονος μέτει ἀνύσας τι; Κύδοιμος ταῦτʼ ὦ δέσποθʼ. Πόλεμος ἧκέ νυν ταχύ. Τρυγαῖος ὦνδρες τί πεισόμεσθα; νῦν ἀγὼν μέγας. ἀλλʼ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸν ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε. Κύδοιμος οἴμοι τάλας, οἴμοι γε κἄτʼ οἴμοι μάλα. Πόλεμος τί ἔστι; μῶν οὐκ αὖ φέρεις; Κύδοιμος ἀπόλωλε γὰρ καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος. Πόλεμος πῶς ὦ πανοῦργʼ; Κύδοιμος ἐς τἀπὶ Θρᾴκης χωρία χρήσαντες ἑτέροις αὐτὸν εἶτʼ ἀπώλεσαν. Τρυγαῖος εὖ γʼ εὖ γε ποιήσαντες ὦ Διοσκόρω. ἴσως ἂν εὖ γένοιτο· θαρρεῖτʼ ὦ βροτοί. Πόλεμος ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν· ἐγὼ δὲ δοίδυκʼ εἰσιὼν ποιήσομαι. Τρυγαῖος νῦν τοῦτʼ ἐκεῖνʼ ἥκει τὸ Δάτιδος μέλος, ὃ δεφόμενός ποτʼ ᾖδε τῆς μεσημβρίας, ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι. νῦν ἐστιν ἡμῖν ὦνδρες Ἕλληνες καλὸν ἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶν ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην, πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα. ἀλλʼ ὦ γεωργοὶ κἄμποροι καὶ τέκτονες