ἢν μὴ παραθῶ τρίψας διʼ ἡμέρας ὅλης ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην. ἀλλʼ εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μʼ ἴδῃ. ἔρειδε, μὴ παύσαιο μηδέποτʼ ἐσθίων τέως ἕως σαυτὸν λάθοις διαρραγείς. οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει, ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους, καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία τὰ παχέα συμβάλλοντες ἐς τὰς ὁλκάδας. μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν· χὤτου ποτʼ ἐστὶ δαιμόνων ἡ προσβολὴ οὐκ οἶδʼ. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται, οὐ μὴν Χαρίτων γε. Οἰκέτης Α τοῦ γάρ ἐστʼ; Οἰκέτης Β οὐκ ἔσθʼ ὅπως τοῦτʼ ἔστι τὸ τέρας οὐ Διὸς καταιβάτου. Οἰκέτης Α οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι νεανίας δοκησίσοφος, τὸ δὲ πρᾶγμα τί; ὁ κάνθαρος δὲ πρὸς τί; κᾆτʼ αὐτῷ γʼ ἀνὴρ Ἰωνικός τίς φησι παρακαθήμενος· δοκέω μέν, ἐς Κλέωνα τοῦτʼ αἰνίσσεται, ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει. Οἰκέτης Β ἀλλʼ εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν. Οἰκέτης Α ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα. ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον,