ἁπαξάπαντα καταμεμυττωτευμένα. Τρυγαῖος βαβαὶ βαβαιὰξ ὡς μεγάλα καὶ δριμέα τοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα. Πόλεμος ἰὼ Σικελία καὶ σὺ δʼ ὡς ἀπόλλυσαι. Τρυγαῖος οἵα πόλις τάλαινα διακναισθήσεται. Πόλεμος φέρʼ ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν. Τρυγαῖος οὗτος παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ. τετρώβολον τοῦτʼ ἐστί· φείδου τἀττικοῦ. Πόλεμος παῖ παῖ Κυδοιμέ. Κύδοιμος τί με καλεῖς; Πόλεμος κλαύσει μακρά. ἕστηκας ἀργός; οὑτοσί σοι κόνδυλος. Κύδοιμος ὡς δριμύς. οἴμοι μοι τάλας ὦ δέσποτα. μῶν τῶν σκορόδων ἐνέβαλες ἐς τὸν κόνδυλον; Πόλεμος οἴσεις ἀλετρίβανον τρέχων; Κύδοιμος ἀλλʼ ὦ μέλε οὐκ ἔστιν ἡμῖν· ἐχθὲς εἰσῳκίσμεθα. Πόλεμος οὔκουν παρʼ Ἀθηναίων μεταθρέξει ταχὺ πάνυ ; Κύδοιμος ἔγωγε νὴ Δίʼ· εἰ δὲ μή γε, κλαύσομαι. Τρυγαῖος ἄγε δὴ τί δρῶμεν ὦ πόνηρʼ ἀνθρώπια; ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας· εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων, τούτῳ ταράξει τὰς πόλεις καθήμενος. ἀλλʼ ὦ Διόνυσʼ ἀπόλοιτο καὶ μὴ ʼλθοι φέρων. Πόλεμος οὗτος. Κύδοιμος τί ἔστιν; Πόλεμος οὐ φέρεις; Κύδοιμος τὸ δεῖνα γὰρ ἀπόλωλʼ Ἀθηναίοισιν ἁλετρίβανος, ὁ βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα.