ὧν οὕνεκʼ οὐκ οἶδʼ εἴ ποτʼ Εἰρήνην ἔτι τὸ λοιπὸν ὄψεσθʼ. Τρυγαῖος ἀλλὰ ποῖ γὰρ οἴχεται; Ἑρμῆς ὁ Πόλεμος αὐτὴν ἐνέβαλʼ εἰς ἄντρον βαθύ. Τρυγαῖος ἐς ποῖον; Ἑρμῆς ἐς τουτὶ τὸ κάτω, κἄπειθʼ ὁρᾷς ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων, ἵνα μὴ λάβητε μηδέποτʼ αὐτήν. Τρυγαῖος εἰπέ μοι, ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται; Ἑρμῆς οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέρας ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο. Τρυγαῖος τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται; Ἑρμῆς τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται. ἀλλʼ εἶμι· καὶ γὰρ ἐξιέναι γνώμην ἐμὴν μέλλει· θορυβεῖ γοῦν ἔνδον. Τρυγαῖος οἴμοι δείλαιος. φέρʼ αὐτὸν ἀποδρῶ· καὶ γὰρ ὥσπερ ᾐσθόμην καὐτὸς θυείας φθέγμα πολεμιστηρίας. Πόλεμος ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες, ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε. Τρυγαῖος ὦναξ Ἄπολλον τῆς θυείας τοῦ πλάτους, ὅσον κακόν, καὶ τοῦ Πολέμου τοῦ βλέμματος. ἆρʼ οὗτός ἐστʼ ἐκεῖνος ὃν καὶ φεύγομεν, ὁ δεινός, ὁ ταλαύρινος, ὁ κατὰ τοῖν σκελοῖν; Πόλεμος ἰὼ Πρασιαὶ τρὶς ἄθλιαι καὶ πεντάκις καὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον. Τρυγαῖος τουτὶ μὲν ἄνδρες οὐδὲν ἡμῖν πρᾶγμά πω· τὸ γὰρ κακὸν τοῦτʼ ἐστὶ τῆς Λακωνικῆς. Πόλεμος ὦ Μέγαρα Μέγαρʼ ὡς ἐπιτετρίψεσθʼ αὐτίκα