πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται; Τρυγαῖος ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι· τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος. Παιδίον λιμὴν δὲ τίς σε δέξεται φορούμενον; Τρυγαῖος ἐν Πειραιεῖ δήπου ʼστὶ Κανθάρου λιμήν. Παιδίον ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇς ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ λόγον παράσχῃς καὶ τραγῳδία γένῃ. Τρυγαῖος ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλὰ χαίρετε. ὑμεῖς δέ γʼ, ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ, μὴ βδεῖτε μηδὲ χέζεθʼ ἡμερῶν τριῶν· ὡς εἰ μετέωρος οὗτος ὢν ὀσφρήσεται, κατωκάρα ῥίψας με βουκολήσεται. Τρυγαῖος ἀλλʼ ἄγε Πήγασε χώρει χαίρων, χρυσοχάλινον πάταγον ψαλίων διακινήσας φαιδροῖς ὠσίν. τί ποιεῖς; τί ποιεῖς; ποῖ παρακλίνεις τοὺς μυκτῆρας; πρὸς τὰς λαύρας. ἵει σαυτὸν θαρρῶν ἀπὸ γῆς, κᾆτα δρομαίαν πτέρυγʼ ἐκτείνων ὀρθὸς χώρει Διὸς εἰς αὐλάς, ἀπὸ μὲν κάκκης τὴν ῥῖνʼ ἀπέχων, ἀπὸ δʼ ἡμερίων σίτων πάντων. ἄνθρωπε τί δρᾷς, οὗτος ὁ χέζων ἐν Πειραιεῖ παρὰ ταῖς πόρναις; ἀπολεῖς μʼ ἀπολεῖς. οὐ κατορύξεις κἀπιφορήσεις τῆς γῆς πολλήν, κἀπιφυτεύσεις ἕρπυλλον ἄνω καὶ μύρον ἐπιχεῖς; ὡς ἤν τι πεσὼν ἐνθένδε πάθω, τοὐμοῦ θανάτου