Οἰκέτης Α αἶρʼ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ. Οἰκέτης Β ἰδού. δὸς αὐτῷ, τῷ κάκιστʼ ἀπολουμένῳ καὶ μήποτʼ αὐτῆς μᾶζαν ἡδίω φάγοι. Οἰκέτης Α δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην. Οἰκέτης Β ἰδοὺ μάλʼ αὖφις. ποῦ γὰρ ἣν νῦν δὴ ʼφερες; κατέφαγεν; Οἰκέτης Α οὐ μὰ τὸν Δίʼ ἀλλʼ ἐξαρπάσας ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν. ἀλλʼ ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς. Οἰκέτης Β ἄνδρες κοπρολόγοι προσλάβεσθε πρὸς θεῶν, εἰ μή με βούλεσθʼ ἀποπνιγέντα περιιδεῖν. Οἰκέτης Α ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος· τετριμμένης γάρ φησιν ἐπιθυμεῖν. Οἰκέτης Β ἰδού. ἑνὸς μὲν ὦνδρες ἀπολελύσθαι μοι δοκῶ· οὐδεὶς γὰρ ἂν φαίη με μάττοντʼ ἐσθίειν. Οἰκέτης Α αἰβοῖ, φέρʼ ἄλλην χἀτέραν μοι χἀτέραν, καὶ τρῖβʼ ἔθʼ ἑτέρας. Οἰκέτης Β μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ· οὐ γὰρ ἔθʼ οἶός τʼ εἴμʼ ὑπερέχειν τῆς ἀντλίας. Οἰκέτης Α αὐτὴν ἄρʼ οἴσω συλλαβὼν τὴν ἀντλίαν. Οἰκέτης Β νὴ τὸν Δίʼ ἐς κόρακάς γε καὶ σαυτόν γε πρός. ὑμῶν δέ γʼ εἴ τις οἶδʼ ἐμοὶ κατειπάτω, πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην. οὐδὲν γὰρ ἔργον ἦν ἄρʼ ἀθλιώτερον ἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν. ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύων φαύλως ἐρείδει· τοῦτο δʼ ὑπὸ φρονήματος βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ,