οὐ δῆτα· κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι. Βδελυκλέων φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω. Φιλοκλέων ὅδʼ ἔσθʼ ὁ πρότερος; Βδελυκλέων οὗτος· Φιλοκλέων αὕτη ʼνταῦθʼ ἔνι. Βδελυκλέων ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών. φέρʼ ἐξεράσω. Φιλοκλέων πῶς ἄρʼ ἠγωνίσμεθα; Βδελυκλέων δείξειν ἔοικεν. ἐκπέφευγας ὦ Λάβης. πάτερ πάτερ τί πέπονθας; οἴμοι· ποῦ ʼσθʼ ὕδωρ; ἔπαιρε σαυτόν. Φιλοκλέων εἰπέ νυν ἐκεῖνό μοι, ὄντως ἀπέφυγε; Βδελυκλέων νὴ Δίʼ· Φιλοκλέων οὐδέν εἰμʼ ἄρα. Βδελυκλέων μὴ φροντίσῃς ὦ δαιμόνιʼ· ἀλλʼ ἀνίστασο. Φιλοκλέων πῶς οὖν ἐμαυτῷ τοῦτʼ ἐγὼ ξυνείσομαι, φεύγοντʼ ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι; ἀλλʼ ὦ πολυτίμητοι θεοὶ ξύγγνωτέ μοι· ἄκων γὰρ αὔτʼ ἔδρασα κοὐ τοὐμοῦ τρόπου. Βδελυκλέων καὶ μηδὲν ἀγανάκτει γʼ. ἐγὼ γάρ σʼ ὦ πάτερ θρέψω καλῶς, ἄγων μετʼ ἐμαυτοῦ πανταχοῖ, ἐπὶ δεῖπνον, ἐς ξυμπόσιον, ἐπὶ θεωρίαν, ὥσθʼ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον· κοὐκ ἐγχανεῖταί σʼ ἐξαπατῶν Ὑπέρβολος. ἀλλʼ εἰσίωμεν. Φιλοκλέων ταῦτά νυν, εἴπερ δοκεῖ. Χορός ἀλλʼ ἴτε χαίροντες ὅποι βούλεσθʼ. ὑμεῖς δὲ τέως ὦ μυριάδες ἀναρίθμητοι,