ἄκουσον ὦ δαιμόνιέ μου τῶν μαρτύρων. ἀνάβηθι τυρόκνηστι καὶ λέξον μέγα· σὺ γὰρ ταμιεύουσʼ ἔτυχες. ἀπόκριναι σαφῶς, εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες. φησὶ κατακνῆσαι. Φιλοκλέων νὴ Δίʼ ἀλλὰ ψεύδεται. Βδελυκλέων ὦ δαιμόνιʼ ἐλέει ταλαιπωρουμένους. οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλιʼ ἐσθίει καὶ τὰς ἀκάνθας, κοὐδέποτʼ ἐν ταὐτῷ μένει. ὁ δʼ ἕτερος οἷός ἐστιν οἰκουρὸς μόνον. αὐτοῦ μένων γὰρ ἅττʼ ἂν εἴσω τις φέρῃ τούτων μεταιτεῖ τὸ μέρος· εἰ δὲ μή, δάκνει. Φιλοκλέων αἰβοῖ. τί κακόν ποτʼ ἔσθʼ ὅτῳ μαλάττομαι; κακόν τι περιβαίνει με κἀναπείθομαι. Βδελυκλέων ἴθʼ ἀντιβολῶ σʼ· οἰκτίρατʼ αὐτὸν ὦ πάτερ, καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία; ἀναβαίνετʼ ὦ πόνηρα καὶ κνυζούμενα αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε. Φιλοκλέων κατάβα κατάβα κατάβα κατάβα. Βδελυκλέων καταβήσομαι. καίτοι τὸ κατάβα τοῦτο πολλοὺς δὴ πάνυ ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι. Φιλοκλέων ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν. ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν οὐδέν ποτʼ ἀλλʼ ἢ τῆς φακῆς ἐμπλήμενος. Βδελυκλέων οὔκουν ἀποφεύγει δῆτα; Φιλοκλέων χαλεπὸν εἰδέναι. Βδελυκλέων ἴθʼ ὦ πατρίδιον ἐπὶ τὰ βελτίω τρέπου. τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον μύσας παρᾷξον κἀπόλυσον ὦ πάτερ.