ὅσας κατηγόρησε τὰς πανουργίας. κλέπτον τὸ χρῆμα τἀνδρός· οὐ καὶ σοὶ δοκεῖ ὦλεκτρυόν; νὴ τὸν Δίʼ ἐπιμύει γέ τοι. ὁ θεσμοθέτης· ποῦ ʼσθʼ οὗτος; ἀμίδα μοι δότω. Βδελυκλέων αὐτὸς καθελοῦ· τοὺς μάρτυρας γὰρ ἐσκαλῶ. Λάβητι μάρτυρας παρεῖναι τρύβλιον δοίδυκα τυρόκνηστιν ἐσχάραν χύτραν, καὶ τἄλλα, τὰ σκεύη τὰ προσκεκαυμένα. ἀλλʼ ἔτι σύ γʼ οὐρεῖς καὶ καθίζεις οὐδέπω; Φιλοκλέων τοῦτον δέ γʼ οἶμʼ ἐγὼ χεσεῖσθαι τήμερον. Βδελυκλέων οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος, καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλʼ ὀδὰξ ἔχει; ἀνάβαινʼ, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε. Φιλοκλέων ἀλλʼ οὐκ ἔχειν οὗτός γʼ ἔοικεν ὅ τι λέγῃ. Βδελυκλέων οὔκ, ἀλλʼ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι, ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης· ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους. πάρεχʼ ἐκποδών. ἐγὼ γὰρ ἀπολογήσομαι. χαλεπὸν μὲν ὦνδρες ἐστὶ διαβεβλημένου ὑπεραποκρίνεσθαι κυνός, λέξω δʼ ὅμως. ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους. Φιλοκλέων κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης. Βδελυκλέων μὰ Δίʼ ἀλλʼ ἄριστός ἐστι τῶν νυνὶ κυνῶν οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι. Φιλοκλέων τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει; Βδελυκλέων ὅ τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν καὶ τἄλλʼ ἄριστός ἐστιν· εἰ δʼ ὑφείλετο, ξύγγνωθι. κιθαρίζειν γὰρ οὐκ ἐπίσταται. Φιλοκλέων ἐγὼ δʼ ἐβουλόμην ἂν οὐδὲ γράμματα, ἵνα μὴ κακουργῶν ἐνέγραφʼ ἡμῖν τὸν λόγον.