τοὺς φεύγοντάς τʼ ἐλεεῖν μᾶλλον τῶν γραψαμένων κἀπιδακρύειν ἀντιβολούντων, καὶ παυσάμενον τῆς δυσκολίας ἀπὸ τῆς ὀργῆς τὴν ἀκαλήφην ἀφελέσθαι. Χορός ξυνευχόμεσθα ταὐτά σοι κἀπᾴδομεν νέαισιν ἀρχαῖς ἕνεκα τῶν προλελεγμένων. εὖνοι γάρ ἐσμεν ἐξ οὗ τὸν δῆμον ᾐσθόμεσθά σου φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ τῶν γε νεωτέρων. ἰήιε Παιάν. Βδελυκλέων εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω· ὡς ἡνίκʼ ἂν λέγωσιν οὐκ ἐσφρήσομεν. Φιλοκλέων τίς ἆρʼ ὁ φεύγων; Βδελυκλέων οὗτος. Φιλοκλέων ὅσον ἁλώσεται. Βδελυκλέων ἀκούετʼ ἤδη τῆς γραφῆς. ἐγράψατο κύων Κυδαθηναιεὺς Λάβητʼ Αἰξωνέα τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος. Φιλοκλέων θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ. Βδελυκλέων καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα. Φιλοκλέων ὦ μιαρὸς οὗτος· ὡς δὲ καὶ κλέπτον βλέπει, οἷον σεσηρὼς ἐξαπατήσειν μʼ οἴεται. ποῦ δʼ ἔσθʼ ὁ διώκων, ὁ Κυδαθηναιεὺς κύων; Κύων αὗ αὗ. Βδελυκλέων πάρεστιν οὗτος. Φιλοκλέων ἕτερος οὗτος αὖ Λάβης.