ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο; Βδελυκλέων μὰ τὸν Δίʼ οὐ πάρεστιν. Φιλοκλέων ἀλλʼ ἐγὼ δραμὼν αὐτὸς κομιοῦμαι τό γε παραυτίκʼ ἔνδοθεν. Βδελυκλέων τί ποτε τὸ χρῆμʼ; ὡς δεινὸν ἡ φιλοχωρία. Σωσίας βάλλʼ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα. Βδελυκλέων τί δʼ ἔστιν ἐτεόν; Σωσίας οὐ γὰρ ὁ Λάβης ἀρτίως ὁ κύων παρᾴξας ἐς τὸν ἰπνὸν ὑφαρπάσας τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν; Βδελυκλέων τοῦτʼ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ εἰσακτέον μοι· σὺ δὲ κατηγόρει παρών. Σωσίας μὰ Δίʼ οὐκ ἔγωγʼ· ἀλλʼ ἅτερός φησιν κύων κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν. Βδελυκλέων ἴθι νυν ἄγʼ αὐτὼ δεῦρο. Σωσίας ταῦτα χρὴ ποιεῖν. Βδελυκλέων τουτὶ τί ἔστι; Φιλοκλέων χοιροκομεῖον Ἑστίας. Βδελυκλέων εἶθʼ ἱεροσυλήσας φέρεις; Φιλοκλέων οὔκ, ἀλλʼ ἵνα ἀφʼ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά. ἀλλʼ εἴσαγʼ ἀνύσας· ὡς ἐγὼ τιμᾶν βλέπω. Βδελυκλέων φέρε νυν ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς. Φιλοκλέων οἴμοι διατρίβεις κἀπολεῖς τριψημερῶν· ἐγὼ δʼ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον. Βδελυκλέων ἰδού. Φιλοκλέων κάλει νυν. Βδελυκλέων ταῦτα δή. τίς οὑτοσὶ ὁ πρῶτός ἐστιν; Φιλοκλέων ἐς κόρακας, ὡς ἄχθομαι