ὥσπερ Ἑκάταιον, πανταχοῦ πρὸ τῶν θυρῶν. Βδελυκλέων ἰδού, τί ἔτʼ ἐρεῖς; ὡς ἅπαντʼ ἐγὼ φέρω ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα. ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ παρά σοι κρεμήσετʼ ἐγγὺς ἐπὶ τοῦ παττάλου. Φιλοκλέων σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας. Βδελυκλέων καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆ ῥοφεῖν, ἐὰν δέῃ τι. Φιλοκλέων τοῦτʼ αὖ δεξιόν· κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι. αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι. ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμʼ ἐξηνέγκατε; Βδελυκλέων ἵνα γʼ, ἢν καθεύδῃς ἀπολογουμένου τινός, ᾄδων ἄνωθεν ἐξεγείρῃ σʼ οὑτοσί. Φιλοκλέων ἓν ἔτι ποθῶ, τὰ δʼ ἄλλʼ ἀρέσκει μοι. Βδελυκλέων τὸ τί; Φιλοκλέων θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου. Βδελυκλέων πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί. Φιλοκλέων ὦ δέσποθʼ ἥρως ὡς χαλεπὸς ἄρʼ ἦσθʼ ἰδεῖν. Βδελυκλέων οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος. Φιλοκλέων οὔκουν ἔχει γʼ οὐδʼ αὐτὸς ἥρως ὢν ὅπλα. Βδελυκλέων εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην ἐκάλουν. Φιλοκλέων κάλει νυν, ὡς κάθημαι ʼγὼ πάλαι. Βδελυκλέων φέρε νυν τίνʼ αὐτῷ πρῶτον εἰσαγάγω δίκην; τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ; ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν — Φιλοκλέων ἐπίσχες οὗτος· ὡς ὀλίγου μʼ ἀπώλεσας. ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν,