δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον. Φιλοκλέων πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι ὥσπερ πρότερον τὰ πράγματʼ ἔτι μασώμενος; Βδελυκλέων πολλῷ γʼ ἄμεινον· καὶ λέγεται γὰρ τουτογί, ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων μόλις τὸ πρᾶγμʼ ἔγνωσαν ἀναμασώμενοι. Φιλοκλέων ἀνά τό με πείθεις. ἀλλʼ ἐκεῖνʼ οὔπω λέγεις, τὸν μισθὸν ὁπόθεν λήψομαι. Βδελυκλέων παρʼ ἐμοῦ. Φιλοκλέων καλῶς, ὁτιὴ κατʼ ἐμαυτὸν κοὐ μεθʼ ἑτέρου λήψομαι. αἴσχιστα γάρ τοί μʼ ἠργάσατο Λυσίστρατος ὁ σκωπτόλης. δραχμὴν μετʼ ἐμοῦ πρώην λαβὼν ἐλθὼν διεκερματίζετʼ ἐν τοῖς ἰχθύσιν, κἄπειτʼ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων· κἀγὼ ʼνέκαψʼ· ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν· κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα· κᾆθʼ εἷλκον αὐτόν. Βδελυκλέων ὁ δὲ τί πρὸς ταῦτʼ εἶφʼ; Φιλοκλέων ὅ τι; ἀλεκτρυόνος μʼ ἔφασκε κοιλίαν ἔχειν· ταχὺ γοῦν καθέψεις τἀργύριον, ἦ δʼ ὃς λέγων. Βδελυκλέων ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς. Φιλοκλέων οὐ πάνυ τι μικρόν. ἀλλʼ ὅπερ μέλλεις ποίει. Βδελυκλέων ἀνάμενέ νυν· ἐγὼ δὲ ταῦθʼ ἥξω φέρων. Φιλοκλέων ὅρα τὸ χρῆμα, τὰ λόγιʼ ὡς περαίνεται. ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτε δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας, κἀν τοῖς προθύροις ἐνοικοδομήσοι πᾶς ἀνὴρ αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ,