ἐσπουδάκατον, κᾆθʼ ὡς πρίονθʼ ὁ μὲν ἕλκει ὁ δʼ ἀντενέδωκε· σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν. Φιλοκλέων ταυτί με ποιοῦσʼ; οἴμοι τί λέγεις; ὥς μου τὸν θῖνα ταράττεις, καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον, κοὐκ οἶδʼ ὅ τι χρῆμά με ποιεῖς. Βδελυκλέων σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδʼ ὅπῃ ἐγκεκύκλησαι, ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι Σαρδοῦς οὐκ ἀπολαύεις πλὴν τοῦθʼ ὃ φέρεις ἀκαρῆ· καὶ τοῦτʼ ἐρίῳ σοι ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχʼ ὥσπερ ἔλαιον. βούλονται γάρ σε πένητʼ εἶναι· καὶ τοῦθʼ ὧν οὕνεκʼ ἐρῶ σοι, ἵνα γιγνώσκῃς τὸν τιθασευτήν, κᾆθʼ ὅταν οὗτός γʼ ἐπισίξῃ ἐπὶ τῶν ἐχθρῶν τινʼ ἐπιρρύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς. εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ, ῥᾴδιον ἦν ἄν. εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡμῖν ἀπάγουσι· τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ, δύο μυριάδʼ ἂν τῶν δημοτικῶν ἔζων ἐν πᾶσι λαγῴοις καὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυριάτῃ, ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ʼν Μαραθῶνι τροπαίου. νῦν δʼ ὥσπερ ἐλαολόγοι χωρεῖθʼ ἅμα τῷ τὸν μισθὸν ἔχοντι. Φιλοκλέων οἴμοι τί πέπονθʼ; ὡς νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται, καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν, ἀλλʼ ἤδη μαλθακός εἰμι. Βδελυκλέων ἀλλʼ ὁπόταν μὲν δείσωσʼ αὐτοί, τὴν Εὔβοιαν διδόασιν ὑμῖν καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα μεδίμνους ποριεῖν· ἔδοσαν δʼ οὐπώποτέ σοι πλὴν πρώην πέντε μεδίμνους, καὶ ταῦτα μόλις ξενίας φεύγων ἔλαβες κατὰ χοίνικα κριθῶν. Βδελυκλέων ὧν οὕνεκʼ ἐγώ σʼ ἀπέκλῃον ἀεὶ βόσκειν ἐθέλων καὶ μὴ τούτους ἐγχάσκειν σοι στομφάζοντας. καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχειν ὅ τι βούλει σοι,