μὰ Δίʼ οὐ μέντοι. Φιλοκλέων καὶ ποῖ τρέπεται δὴ ʼπειτα τὰ χρήματα τἄλλα; Βδελυκλέων ἐς τούτους τοὺς οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν, ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί. σὺ γὰρ ὦ πάτερ αὐτοὺς ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς. κᾆθʼ οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες, δώσετε τὸν φόρον, ἢ βροντήσας τὴν πόλιν ὑμῶν ἀνατρέψω. σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περιτρώγων. οἱ δὲ ξύμμαχοι ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον ἐκ κηθαρίον λαγαριζόμενον καὶ τραγαλιζοντα τὸ μηδέν, σὲ μὲν ἡγοῦνται Κόννου ψῆφον, τούτοισι δὲ δωροφοροῦσιν ὕρχας οἶνον δάπιδας τυρὸν μέλι σήσαμα προσκεφάλαια φιάλας χλανίδας στεφάνους ὅρμους ἐκπώματα πλουθυγιείαν· σοὶ δʼ ὧν ἄρχεις, πολλὰ μὲν ἐν γῇ πολλὰ δʼ ἐφʼ ὑγρᾷ πιτυλεύσας, οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν. Φιλοκλέων μὰ Δίʼ ἀλλὰ παρʼ Εὐχαρίδου καὐτὸς τρεῖς γʼ ἄγλιθας μετέπεμψα. ἀλλʼ αὐτήν μοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις. Βδελυκλέων οὐ γὰρ μεγάλη δουλεία ʼστὶν τούτους μὲν ἅπαντας ἐν ἀρχαῖς αὐτούς τʼ εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων μισθοφοροῦντας; σοὶ δʼ ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς· οὓς αὐτὸς ἐλαύνων καὶ πεζομαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήτας. καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, ὃ μάλιστά μʼ ἀπάγχει, ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός, ὡδὶ διαβὰς διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς, ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθʼ, ὡς ὅστις ἂν ὑμῶν ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται· αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ· καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθʼ ἑαυτοῦ, ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύʼ ὄντε