κοὐδὲν παρῆλθεν, ὥστʼ ἔγωγʼ ηὐξανόμην ἀκούων, κἀν μακάρων δικάζειν αὐτὸς ἔδοξα νήσοις, ἡδόμενος λέγοντι. Φιλοκλέων ὡς οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ. Βδελυκλέων ἦ μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω. Χορός δεῖ δέ σε παντοίας πλέκειν εἰς ἀπόφυξιν παλάμας. τὴν γὰρ ἐμὴν ὀργὴν πεπᾶναι χαλεπὸν νεανίᾳ μὴ πρὸς ἐμοῦ λέγοντι. Χορός πρὸς ταῦτα μύλην ἀγαθὴν ὥρα ζητεῖν σοι καὶ νεόκοπτον, ἢν μή τι λέγῃς, ἥτις δυνατὴ τὸν ἐμὸν θυμὸν κατερεῖξαι. Βδελυκλέων χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος ἢ ʼπὶ τρυγῳδοῖς ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν. ἀτὰρ ὦ πάτερ ἡμέτερε Κρονίδη — Φιλοκλέων παῦσαι καὶ μὴ πατέριζε. εἰ μὴ γὰρ ὅπως δουλεύω ʼγώ, τουτὶ ταχέως με διδάξεις, οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήξεις, κἂν χρῇ σπλάγχνων μʼ ἀπέχεσθαι. Βδελυκλέων ἀκρόασαί νυν ὦ παππίδιον χαλάσας ὀλίγον τὸ μέτωπον· καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλʼ ἀπὸ χειρός, τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα· κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς, πρυτανεῖα μέταλλʼ ἀγορὰς λιμένας μεσθοὺς καὶ δημιόπρατα. τούτων πλήρωμα τάλαντʼ ἐγγὺς δισχίλια γίγνεται ἡμῖν. ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυτοῦ ἓξ χιλιάσιν, κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν, γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα. Φιλοκλέων οὐδʼ ἡ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρʼ ἐγίγνεθʼ ὁ μισθός.