ὅστις ἄρχω τῶν ἁπάντων. Βδελυκλέων οὐ σύ γʼ, ἀλλʼ ὑπηρετεῖς οἰόμενος ἄρχειν· ἐπεὶ δίδαξον ἡμᾶς ὦ πάτερ, ἥτις ἡ τιμή ʼστί σοι καρπουμένῳ τὴν Ἑλλάδα. Φιλοκλέων πάνυ γε, καὶ τούτοισί γʼ ἐπιτρέψαι ʼθέλω. Βδελυκλέων καὶ μὴν ἐγώ. ἄφετέ νυν ἅπαντες αὐτόν. Φιλοκλέων καὶ ξίφος γέ μοι δότε. ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει. Βδελυκλέων εἰπέ μοι, τί δʼ ἤν, τὸ δεῖνα, τῇ διαίτῃ μὴ ʼμμένῃς; Φιλοκλέων μηδέποτε πίοιμʼ ἀκράτου μισθὸν ἀγαθοῦ δαίμονος. Χορός νῦν δὴ τὸν ἐκ θἠμετέρου γυμνασίου δεῖ τι λέγειν καινόν, ὅπως φανήσει — Βδελυκλέων ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα. ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ; Χορός μὴ κατὰ τὸν νεανίαν τονδὶ λέγων. ὁρᾷς γὰρ ὥς σοι μέγας ἐστὶν ἁγὼν καὶ περὶ τῶν ἁπάντων, εἴπερ, ὃ μὴ γένοιθʼ, οὗτός σʼ ἐθέλει κρατῆσαι. Βδελυκλέων καὶ μὴν ὅσʼ ἂν λέξῃ γʼ ἁπλῶς μνημόσυνα γράψομαι ʼγώ. Φιλοκλέων τί γὰρ φάθʼ ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ; Χορός οὐκέτι πρεσβυτῶν ὄχλος χρήσιμος ἔστʼ οὐδʼ ἀκαρῆ· σκωπτόμενοι δʼ ἐν ταῖς ὁδοῖς θαλλοφόροι καλούμεθʼ, ἀντωμοσιῶν κελύφη. Χορός ἀλλʼ ὦ περὶ τῆς πάσης μέλλων βασιλείας ἀντιλογήσειν