ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομʼ οὐδὲ πεντήκοντʼ ἐτῶν· νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα, ὥστε καὶ δὴ τοὔνομʼ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται. ἢν μὲν ὠνῆταί τις ὀρφὼς μεμβράδας δὲ μὴ ʼθέλῃ, εὐθέως εἴρηχʼ ὁ πωλῶν πλησίον τὰς μεμβράδας· ʼοʼὗτος ὀψωνεῖν ἔοιχʼ ἅνθρωπος ἐπὶ τυραννίδι.ʼ ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι, ἡ λαχανόπωλις παραβλέψασά φησι θατέρῳ· εἰπέ μοι, γήτειον αἰτεῖς· πότερον ἐπὶ τυραννίδι, ἢ νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα; Ξανθίας κἀμέ γʼ ἡ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας, ὅτι κελητίσαι ʼκέλευον, ὀξυθυμηθεῖσά μοι ἤρετʼ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα. Βδελυκλέων ταῦτα γὰρ τούτοις ἀκούειν ἡδἔ, εἰ καὶ νῦν ἐγὼ τὸν πατέρʼ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά. Φιλοκλέων νὴ Δίʼ ἐν δίκῃ γʼ· ἐγὼ γὰρ οὐδʼ ἂν ὀρνίθων γάλα ἀντὶ τοῦ βίου λάβοιμʼ ἂν οὗ με νῦν ἀποστερεῖς· οὐδὲ χαίρω βατίσιν οὐδʼ ἐγχέλεσιν, ἀλλʼ ἥδιον ἄν δικίδιον σμικρὸν φάγοιμʼ ἂν ἐν λοπάδι πεπνιγμένον. Βδελυκλέων νὴ Δίʼ εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν· ἀλλʼ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω, ἀναδιδάξειν οἴομαί σʼ ὡς πάντα ταῦθʼ ἁμαρτάνεις. Φιλοκλέων ἐξαμαρτάνω δικάζων; Βδελυκλέων καταγελώμενος μὲν οὖν οὐκ ἐπαϊεις ὑπʼ ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς. ἀλλὰ δουλεύων λέληθας. Φιλοκλέων παῦε δουλείαν λέγων,