ἀλλʼ ἀφίει τὸν ἄνδρʼ· εἰ δὲ μή, φήμʼ ἐγὼ τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος. Φιλοκλέων εἶά νυν ὦ ξυνδικασταὶ σφῆκες ὀξυκάρδιοι, οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθʼ ὠργισμένοι, οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους. Βδελυκλέων ὦ Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα, καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί· εἰ δὲ μή, ʼν πέδαις παχείαις οὐδὲν ἀριστήσετε. ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον. Χορός εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται. Φιλοκλέων ὦ Κέκροψ ἥρως ἄναξ τὰ πρὸς ποδῶν Δρακοντίδη, περιορᾷς οὕτω μʼ ὑπʼ ἀνδρῶν βαρβάρων χειρούμενον, οὓς ἐγὼ ʼδίδαξα κλάειν τέτταρʼ ἐς τὴν χοίνικα; Χορός εἶτα δῆτʼ οὐ πόλλʼ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά; δηλαδή· καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα, καὶ κυνᾶς· καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει, ὥστε μὴ ῥιγῶν ἑκάστοτʼ· ἀλλὰ τούτοις γʼ οὐκ ἔνι οὐδʼ ἐν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων. Φιλοκλέων οὐκ ἀφήσεις οὐδὲ νυνί μʼ ὦ κάκιστον θηρίον, οὐδʼ ἀναμνησθεὶς ὅθʼ εὑρὼν τοὺς βότρυς κλέπτοντά σε προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρʼ εὖ κἀνδρικῶς, ὥστε σε ζηλωτὸν εἶναι; σὺ δʼ ἀχάριστος ἦσθʼ ἄρα. ἀλλʼ ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν. Χορός ἀλλὰ τούτων μὲν τάχʼ ἡμῖν δώσετον καλὴν δίκην, οὐκέτʼ ἐς μακρὰν ἵνʼ εἰδῆθʼ οἷός ἐστʼ ἀνδρῶν τρόπος ὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα. Βδελυκλέων παῖε παἶ ὦ Ξανθία τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας. Ξανθίας ἀλλὰ δρῶ τοῦτʼ· ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ.